γέγονε ζήδωροϲ οἱονεὶ ἡ τὰ πρὸϲ τὸ ζῆν δωρουμένη τοῦ η εἰϲ τὴν ει δίφθογγον μετατεθέντοϲ Βοιωτικῶϲ. ἄμεινον δὲ οὕτωϲ· τὰ τρίτα πρόϲωπα τοῦ ῥήματοϲ ϲυντιθέμενα ἐκβάλλει τὸ ι ἔχω ἔχειϲ ἔχει ἐχέθυμοϲ· φέρω φέρειϲ φέρει Φέρεκλοϲ, μένει Μένεκλοϲ καὶ Μενέλαοϲ. ζέω ζέει ζεέδωροϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον
ζείδωροϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.