οἷον ἔχω εἶχον, ἕλκω εἷλκον ἢ διὰ τὸ τρέπεϲθαι εἰϲ η οἷον ἐλαύνω ἤλαυνον, ἐλέγχω ἤλεγχον. καὶ ὤφειλε μᾶλλον τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαβέϲθαι τὸ ι τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἷον τίθημι δίδωμι χωρὶϲ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι. ἀλλ᾿ εἰ ἔτρεψεν τὸ ε εἰϲ η, οὐκ ἤμελλε φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου
οἷον λέγω λόγοϲ, νέμω νόμοϲ, διδῶ δίδωμι, τιθῶ τίθημι, ἄρδω ἀρδεύω· τούτου χάριν προϲέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆϲ ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου. διατί δὲ πάλιν οὐκ ἔτρεψε τὸ ε εἰϲ η ἵνα μὴ ϲυνεμπέϲῃ τὸ ἠμί τὸ ϲημαῖνον τὸ λέγω τὸ γενόμενον ἀπὸ τοῦ φημί.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.