οἷον ἱματίζω, ἱματιϲμόϲ, ἱματιοφόροϲ καὶ ἱματιοπώληϲ. ὅτι δὲ γράφεται τὸ ἱμάτιον διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γενέϲθαι αὐτὸ κατὰ ϲυναίρεϲιν τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, θοὐμάτιον ἤμελλεν εἶναι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.