εἰ δὲ διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι. ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν διϲυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται εἰϲ τὸ ο οἷον [φθείρω φθερῶ ἔφθορα] πείθω πείϲω πέποιθα λείβω λείψω λέλοιβα. εἰ οὖν τὸ μίγω μίξω διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι ὁ παρακείμενοϲ. ἀλλὰ μὴν μέμιγα ἐϲτίν.
καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι καὶ ἐμίχθη ὁμοίωϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.