θέλει παραλήγεϲθαι οὕτε τὸ ο οὕτε τὸ ἑ, ἐξ ἀνάγκηϲ ἔτρεψε τὸ ο εἰϲ τὸ η καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα. καὶ ἐνενήκοντα ὁμοίωϲ γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβαϲμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η παραλήγονται οἶον ἑξήκοντα καὶ ἑβδομήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων
τὸ α εἰϲ η ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.