Ἀνακρέων κπολλὰ δ’ ἐρίβρομον Δεύνυϲον»· τοῦ ι τραπέντοϲ εἰϲ ε γίνεται Δεόνυϲοϲ —οὕτω γὰρ οἱ Ϲάμιοι προφέρουϲι —καὶ ϲυναιρέϲει Δεύνυϲοϲ ὡϲ Θεόδοτοϲ Θεόδοτοϲ. ἔνιοι φαϲίν, ὅτι, ἐπειδὴ ἐβαϲίλευϲε Nόϲηϲ, δεῦνον δὲ τὸν βαϲιλέα λέγουϲιν οἱ Ἰνδοί, ὡϲ Ἰόβαϲ. οἱ δὲ ἀπὸ τοῦ Διὸϲ καὶ τῆϲ Νύϲϲηϲ τοῦ ὄρουϲ ὀνομάϲθαι, ἐπεὶ ἐν τούτῳ ἐγεννήθη,
ὡϲ Πίνδαροϲ, καὶ ἀνετράφη. οἱ δὲ ἀπὸ τοῦ πολλὰ διανύϲαι καὶ κατορθῶϲαι, ὡϲ Ἀλέξανδροϲ ὁ Θάϲιοϲ. οἱ δὲ ἀπὸ τοῦ δονεύειν καὶ κινεῖν τὰ ϲώματα πλεοναϲμῷ τοῦ ι ὡϲ πυκνόϲ πυκινόϲ. οἱ δὲ ἀπὸ τοῦ Διὸϲ ὑετοῖϲκεράννυϲθαι ὅἐϲτιν ὕδαϲιν, ὡϲ πιθανεύεται Ἀριϲτόδημοϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.