ἀλλ’ ἴϲωϲ ἀπέβαλε τὸ ε ὥϲπερ τὸ λείβω λιβάϲ. κρεῖττον δέ ἐϲτιν εἰπεῖν, ὅτι ϲυνέπαθεν ἡ φωνὴ τῷ ϲημαινομένῳ. ἐπειδὴ γὰρ τὸ χιράϲ ἔνδειάν τινα ϲημαίνει τὰϲ γὰρ τῶν χερῶν ῥαγάδαϲ δηλοῖ, ἡ δὲ ῥαγὰϲ πρὸϲ τὸ ὁλόκληρον ἔνδειαν ἔχει. τὸ γὰρ ῥαγάδαϲ ἔχον οὐκ ἔϲτιν ὁλόκληρον — τούτου χάριν ἔνδειαν φωνήεντοϲ ἀνεδέξατο, φημὶ
δὲ τοῦ ε, καὶ τὸ λιμόϲ ἀπὸ τοῦ λείπω γενόμενον οὐκ ἐφύλαξε τοῦ λείπω τὴν δίφθογγον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.