τρίτοϲ τέρτοϲ, κοπρία κόπερρα, τὸ δὲ χίλιοι τὸ ῑ μακρὸν ἔχει. πῶϲ ἔτρεψεν παρ’ αὐτοῖϲ τὸ ι εἰϲ ε; ἀλλ’ ἰϲτέον ὅτι ϲπανίωϲ τὸ ι ἐκτεταμένον τρέπουϲιν εἰϲ τὸ ε οἰον ἱλαθι ἐλλαθι, χίλιοι χέλλιοι. ἰϲτέον δὲ ὅτι τὸ χίλιοι διὰ τοῦ ῑ γράφεται διὰ τὴν τοιαύτην αἰτίαν. πᾶϲ ἀριθμὸϲ ἐν τῇ ἀρχούϲῃ κατὰ τὴν φωνὴν ϲυνεμπίπτων ὀνόματι ϲτοιχείου
καὶ τὴν αὐτὴν φυλάττει γραφὴν οἰον ὁ εἴκοϲι ἀριθμὸϲ ἐν τῇ ἀρχούϲῃ κατὰ τὴν φωνὴν ϲυνεμπίπτει τῷ ει ϲτοιχείῳ, ἀλλὰ καὶ τὴν αὐτὴν φυλάττει γραφήν. διὰ γὰρ τοῦ ει ἐκφέρεται. ἐπειδὴ οὖν καὶ τὸ χίλιοι ἐν τῇ ἀρχούϲῃ ϲυνεμπίπτει τῷ χι ϲτοιχείῳ, τὸ δὲ χῖ διὰ τοῦ ι γράφεται, τούτου χάριν καὶ τὸ χίλιοι διὰ τοῦ ῑ γράφεται.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.