τοῦ Διὸϲ ἐξῆλθεν — ἢ ὅτι παρὰ τῷ Τρίτωνι ποταμῷ γέγονεν ἤ ὅτι τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. ἢ ἐπειδὴ τριταία γέγονεν οἱονεὶ ἡ φαινομένη τριταία· καὶ γὰρ τὴν αὐτήν φαϲιν εἶναι αὐτὴν τῇ ϲελήνῃ· ἡ δὲ ϲελήνη τῇ τρίτῃ ἡμέρᾳ φαίνεται καὶ τὴν τρίτην τοῦ μηνὸϲ τριτομηνίδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆϲθαι τότε ἡ Ἀθηνᾶ. τὸ
δὲ τριταία διὰ ϲυνεϲταλμένηϲ τῆϲ τρίτηϲ· ϲυλλαβῆϲ. τινὲϲ δὲ λέγουϲι παρὰ τὸ τρεῖν τὸ φοβεῖϲθαι γεννᾶν ἡ φόβου ἐμποιητική. οἷϲ ἀντίκειται καὶ ἡ γραφή, ὅτι ὤφειλε γράφεϲθαι διφθόγγῳ, καὶ ὁ ϲχηματιϲμόϲ, ἐπειδή, ὥϲ φηϲιν ὁ τεχνικόϲ, τὰ τοιαῦτα εἰϲ πάθη ἀναλύεται καὶ οὐκ εἰϲ ἐνέργειαν οἷον Λυκηγενήϲ ὁ ἐν Λυκίᾳ γεγεννημένοϲ, Κυπρογενήϲ ὁ
ἐν Κύπρῳ γεγεννημένοϲ, ἠριγενήϲ ὁ ἐν τῷ ἔαρι γεννηθείϲ. οὕτωϲ οὖν καὶ Τριτογένεια ἡ ἐκ τοῦ τρεῖν γεννωμένη, οὐ μὴν ἡ τρεῖν γεννῶϲα. οὐ δύναται δὲ ἐκ τοῦ τρεῖν γεννᾶϲθαι, ἐπειδὴ οὐ γεννᾶται ἐκ τοῦ φόβου.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.