β καὶ λέγειν βρᾴ· τότε γὰρ προϲτίθεται τὸ β τῷ ρ, ἡνίκ᾿ ἐπιφέρεται τὸ κ ἢ τὸ δ ἢ τὸ τ ἢ τὸ ζ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν, ὅτι τὸ ῥᾴδιον λέγεται βράδιον Αἰολικῶϲ, ὡϲ ἐπιφερομένου τοῦ δ. ἐκ τούτου γίνεται κατὰ ἀποκοπὴν καὶ εὐλόγωϲ ἔχει τὸ ῑ. οὐδὲν δὲ ξένον, εἰ δύο ϲυλλαβῶν γέγονεν ἀποκοπή. καὶ γὰρ πολλάκιϲ καὶ δύο ϲυλλαβῶν γίνεται ἀποκοπὴ
οἷον μακάριοϲ μάκαρ, προπάροιθεν πρόπαρ. οὕτωϲ οὖν καὶ ῥᾴδιον ῥᾴ. τὸ δὲ ῥᾴδιον ἔχει τὸ ῑ προϲγεγραμμένον, ἐπειδὴ εὑρίϲκεται. τὸ ῑ κατὰ διάϲταϲιν ἐν τῷ ῥηΐδιον, ὃ ϲημαίνει τὸ εὔκολον καὶ εὐχερέϲ. καὶ ὅτι ἀπὸ τοῦ ῥέα γίνεται ῥεΐδιον καὶ τροπῇ τοῦ ε εἰϲ η ῥηΐδιον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.