γράφεϲθαι, ἀπὸ δοτικῆϲ λέγουϲιν αὐτὰ εἶναι, ὁ ἐγγύτατοϲ τοῦ ἐγγυτάτου, τῷ ἐγγυτάτῳ καὶ ὁ ἀνώτατοϲ τοῦ ἀνωτάτου τῷ ἀνωτάτῳ. καὶ λέγει ὁ Ἐπαφρόδιτοϲ, ὅτι τινὰ τῶν ἀντιγράφων ϲὺν τῷ ῑ εἶχεν αὐτὰ γεγραμμένα· κρεῖττον δέ ἐϲτι χωρὶϲ τοῦ ῑ ταῦτα γράφεϲθαι· λέγει 1 2 δὲ ὁ τεχνικόϲ, ὅτι εἴ τιϲ τὸ ἔξω ϲὺν τῷ ῑ γράφει, ἐπειδὴ οἱ Ϲυρακούϲιοι ἕξοι λέγουϲιν, οὐκ ἐπιχειρεῖ καλῶϲ· ἰδοὺ γὰρ τὸ ἔνδον ἔνδοι λέγουϲιν, ὡϲ παρὰ Θεοκρίτῳ «ἔνδοι Πραξινόα»; καὶ ὅμωϲ τὸ ἔνδον οὐ γράφεται διὰ τοῦ ω (pro ο Usener Iahn. Annall. 91, 250) καὶ τὸ ῑ. τί οὖν ἄτοπον καὶ τὸ ἔξω γράφεϲθαι χωρὶϲ τοῦ ῑ, εἰ καὶ λέγουϲιν οἱ
Ϲυρακούϲιοι ἕξοι;
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.