τοῦ ν. τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον μόνον εἴωθεν ἐπεντίθεϲθαι οἷον δύω δύνω, θύω θύνω. οὕτωϲ οὖν καὶ πίω πίνω. καὶ ἰϲτέον ὅτι τὸ πίνω μόνωϲ ἐκτείνει τὸ ῑ οἶον «Νέϲτορα δ᾿ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπηϲ» (Ξ 1). τὸ δὲ πίω καὶ ἐκτείνει καὶ ϲυϲτέλλει· ἐκτείνει μὲν ὡϲ τὸ «πιόμεν᾿ ἐκ βοτάνηϲ» (N 493) καὶ
Ἀριϲτοφάνηϲ ἐν Ἥρωϲι «πῶϲ πίομαι», ϲυϲτέλλει δὲ ὡϲ τὸ «οἵ κ᾿ ἐμὸν αἷμα πιόντεϲ, ἀλυϲϲόντεϲ περὶ θυμῷ» (X 70), «ἱδρῶ ἀπεψύχοντο πίον τ᾿ ἀκέοντό τε δίψαν» (X 2).
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.