ἡ ἀρχὴ οἷον φιλάνθρωποϲ φιλανθρώπου φιλανθρώπῳ· γράφεται διὰ διφθόγγου οὕτωϲ ἐχούϲηϲ τῆϲ παραδόϲεωϲ καὶ ἴϲωϲ πλανηθείϲηϲ ἐκ τοῦ τιναϲ λέγεϲθαι ὅτι μία λέξιϲ ἐϲτίν. οἱ γὰρ λέγοντεϲ, ὅτι μία λέξιϲ ἐϲτί, λέγουϲιν, ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονεν ὁδέϊνα καὶ ὁδεῖνα. αἱ ὑπὲρ μίαν ϲυλλαβὴν μονοπρόϲωποι ἀντωνυμίαι θέλουϲιν ἔχειν δίφθογγον,
αὐτόϲ, οὗτοϲ, ἐκεῖνοϲ· μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν ὁ δεῖνα ἔχει τὴν ει δίφθογγον. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβήν» διὰ τὴν μίν καὶ ϲφίν μονοπρόϲωπον. μονοπρόϲωποι δὲ λέγονται αὖται, ἐπειδὴ οὐκ ἔχουϲι πρῶτον καὶ δεύτερον πρόϲωπον κατὰ ἀκολουθίαν. τὸ γὰρ ἐγώ, ϲύ οὔκ εἰϲι τοιοῦτον, ἀλλὰ τὸ ἴ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.