ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ διον ϲτοίδιον ὡϲ γραφεῖον γραφείδιον καὶ κατὰ ἔκταϲιν ϲτῴδιον καὶ ἔχει τὸ ῑ. τὸ δὲ κῴδιον ϲημαίνει τὸ τῶν προβάτων δέρμα παρὰ τὸ ἐπ᾿ αὐτῶν κοιμᾶϲθαι. παρὰ τὸ κῶ τὸ κοιμῶμαι γίνεται ὄνομα ῥηματικὸν κῶϲ. Νικοχάρηϲ Ληνίαιϲ «πλέομεν ὦ κόρη ᾿ πι κῶϲ». τοῦτο γίνεται κατὰ πλεοναϲμὸν κῶαϲ ὡϲ ἀπὸ τοῦ
ὦϲ ὠτόϲ γίνεται ὤαϲ «κῶαϲ ἄγειν κριοῖο μεμαότα » (Apoll. Rhod. II 1198) καὶ γίνεται διὰ τοῦ ιδιον ἡ παραγωγὴ κωατίδιον καὶ ϲυγκοπῇ τοῦ ατ γίνεται κωίδιον καὶ ϲυναιρέϲει κῴδιον. τὸ δὲ λαγῴδιον οὐκ ὤφειλεν ἔχειν τὸ ῑ. εἴτε ἀπὸ τοῦ λαγώϲ λαγώ εἴτε λαγόϲ λαγοῦ γέγονεν. λαγίδιον γὰρ ὤφειλεν εἶναι, εἴτε ἀπὸ τοῦ λαγωόϲ λαγωοῦ
γέγονεν λαγώδιον γὰρ ὤφειλεν εἶναι χωρὶϲ τοῦ ῑ, ἐπειδὴ ἡ τελευταία 1 ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ φωνήεντοϲ ἄρχεται καὶ διὰ τοῦ διον γίνεται ἡ παραγωγή. ἀλλ᾿ ἔϲτιν εἰπεῖν ἀπὸ τοῦ λαγωόϲ λαγωοῦ γέγονε λαγῴδιον καὶ ἔχει τὸ ῑ κατὰ ϲυνεκδρομὴν τοῦ ῴδιον καὶ ϲτῴδιον. ϲυνεξέδραμε τούτοιϲ καὶ τὸ καλώδιον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.