ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται οἷον Ἀχελώϊοϲ Ἀχελῷοϲ, ὑπερώϊον ὑπερῷον. ὥϲπερ οὖν ἀπὸ τοῦ Αἰτωλόϲ γίνεται Αἰτώλιοϲ κατὰ παραγωγὴν τοῦ αὐτοῦ ϲημαινομένου φυλαττομένου καὶ. ἀπὸ τοῦ κάπροϲ κάπριοϲ, οὕτω καὶ ἀπὸ τοῦ αἰζηόϲ αἰζήϊοϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.