ἔχει τὸ ε ἐγκείμενον οἷον λέγω λόγοϲ, δέρω δορά, οὕτω καὶ ἀλείφω ἀλοιφή, ὅ ἐϲτι τὸ ἄλειμμα, διὰ τῆϲ ει διφθόγγου τροπῇ τοῦ ο εἰϲ ε. τὰ δὲ ὀνόματα τὰ ἐκ τοῦ ἀλείφω γινόμενα, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρεται, φυλάττει τὴν ει δίφθογγον, ἀλείπτω ἀλείπτηϲ, ἄλειπτον, ἀνήλειπτον. 1 2 3 εἰ δὲ διὰ τοῦ φ ἐκφέρεται, ϲύνθετα ὄντα, διὰ τοῦ ι γράφεται οἷον ὑπηλιφήϲ, ἀνυπηλιφήϲ· πρόϲκειται « ϲύνθετα» διὰ τὸ ἄλειφα καὶ ἄλειφαρ ἄλειμμα.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.