οὕτωϲ οὖν ἀλείτηϲ ἀλοίτηϲ. γίνεται δὲ παρὰ τὸ ἀλίτω τὸ ἁμαρτάνω, ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ῑ γράφεϲθαι. ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου· ἀλήτηϲ δὲ ὁ πλανήτηϲ διὰ τοῦ η. δεῖ γὰρ γινώϲκειν ὅτι ὥϲπερ τὸ πεδήτηϲ καὶ κομήτηϲ καὶ πλανήτηϲ οὐ ῥηματικά, ἀλλὰ παρώνυμα ἀπὸ τοῦ πέδη καὶ πλάνη καὶ κόμη, οὕτω
καὶ παρὰ τὸ ἄλη, ὃ ϲημαίνει τὴν πλάνην, γίνεται ἀλήτηϲ. οὕτω Φιλόξενοϲ εἰϲ τὸ ῥηματικὸν αὐτοῦ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.