Choer. Gaisf. 857, 18, Cram. IV 34: τὸ φῄϲ οὐκ οἶδεν ὁ Ἀπολλώνιοϲ ϲὺν τῷ ι γεγραμμένον· ἡ δὲ παράδοϲιϲ καὶ ὁ Ἡρωδιανὸϲ ϲὺν τῷ ι οἶδεν.
ἔχειν τὸ ι ἀλλὰ κατὰ παράδοϲιν ἔχει τὸ ι. — τινὲϲ δὲ θέλουϲι λέγειν ὑπὲρ τοῦ φῄϲ· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰϲ μι ἔϲχε, τὴν δὲ γραφὴν ὡϲ ἀπὸ τῶν εἰϲ ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰϲ ω θέλειἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον μετὰ τοῦ ι· ἄλλοι δὲ θέλουϲιν αὐτὸ εἶναι Δωρικὸν ὥϲπερ τὸ ζῇϲ, οἷϲτιϲι καὶ ὁ τόνοϲ ἀντίκειται· ὤφειλε
γὰρ περιϲπᾶϲθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖν τὸ τρίτον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.