δηλοῖ ἐν οἷϲ λέγει τοιαῦτα· αἱ εἰϲ οϲ ὀξύτονοι γενικαὶ ϲυντιθέμεναι ϲυμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνόϲ Ζηνόθεοϲ, θριπόϲ θριπόβρωτοϲ, ἁλόϲ ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκοϲ, νυκτίκοραξ. οὕτωϲ οὖν φηϲι καὶ ἁλοτρίβανοϲ ὡϲ ἁλοπώληϲ καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανοϲ μήποτε Δώριόν ἐϲτιν.
οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντεϲ καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.
λέγει γάρ, ὥϲπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ γίνεται ἀριδείκετοϲ, οὕτω τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντηϲ καὶ πλεοναϲμῷ τοῦ γ ἀργιφόντηϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.