καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ερι ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὥϲ φηϲιν ὁ τεχνικόϲ, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡϲ καὶ ὁ Δίδυμόϲ φηϲιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωϲεν οὐ διὰ τοῦ ι γράφεϲθαι, ἀλλὰ
διὰ τῆϲ ει διφθόγγου τῆϲ παραδόϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ἔϲτι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.