Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον. οὕτωϲ οὖν καὶ Κρῖοϲ. πρόϲκειται ἀρϲενικὰ διὰ τὸ νειόϲ, ὃ ϲημαίνει τὴν ἀρουμένην γῆν· ἔϲτι δὲ θηλυκόν· ϲεϲημείωται ταῦτα, θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ. οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ.
χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ (ϲημαίνει δὲ τὸν Διόνυϲον) διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.