οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ, φν, γδ, χμ, κμ, ϲγ, ϲδ· ταῦτα γὰρ οὐδέποτε ἐν ϲυμπλοκῇ ἐν ἀρχῇ εὑριϲκόμενα, ἐν μέϲῳ ἀλλήλων οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειόϲ, ὄγδοοϲ, αἰχμή, ἀκμή, φάϲγανον, θεόϲδοτοϲ· εἰ γὰρ παρὰ τοῖϲ κοινοῖϲ οὐχ εὕρηται λέξιϲ ἀπὸ τοῦ ϲδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖϲ Αἰολεῦϲίν ἐϲτιν οἷον ϲδυγόϲ ἀντὶ τοῦ
ζυγόϲ.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.