ἀκμή, ἀτμόϲ, ὄγκοϲ, ἀγρόϲ, ἔκλαιον, ἔθνηϲκον, ἔπλεον, ἁβρόϲ· ἰδοὺ ἐπὶ τούτων δύο ϲύμφωνα ὁμοῦ εἰϲιν, ἐπειδὴ ἄφωνον πρὸ ἀμεταβόλου ἐϲτίν. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ προθέϲεωϲ. ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ἄφωνον μετὰ τῶν ἐπιφερομένων ἀμεταβόλων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ τὸ ἄφωνον καὶ ἐν ἄλλῃ τὸ ἀμετάβολον
οἷον ἐκλῦϲαι, ἐκνευρίϲαι, ἐκρεῦϲαι, ἐκμάξαι.
πρόϲ καὶ ἀπὸ τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ ἔχουϲι τὸ ϲ καὶ ἐν ἄλλη τὸ ἐπιφερόμενον ἄφωνον οἷον εἰϲφέρω, προϲφορά, δυϲτυχήϲ.
εἶναι ἤγουν ὁμοῦ· καὶ κατὰ πρόταξιν εὑρίϲκεται ἢ καθ’ ὑπόταξιν. καὶ προηγεῖται μὲν οἷϲ οὐχ ὑποτάττεται οἷον ϲθένοϲ, ϲκιά, ϲπῶ, ϲτῆναι, ϲφαῖρα, ϲχίζω· ὑποτάττεται δὲ ὧν οὐ προηγεῖται οἷον ἅλϲ, Τῖρυνϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ, μάκαρϲ, ϲημαίνει δὲ τὸν μακάριον. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ καὶ τῆϲ πρόϲ προθέϲεωϲ καὶ ἀπὸ
τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ πρὸϲ τὸ ἐπιφερόμενον ϲύμφωνον οἶον προϲφέρω, εἰϲβολή, δυϲτυχήϲ.
τὸ ὁμοῦ ἐϲτιν· πάλιν κλαίω ἔκλαιον, πρίζω ἔπριζον, βδέλλα ἑβδομάϲ, χθών ἐχθέϲ, φθείρω ἐφθόνουν· ἰδοὺ ἐπὶ τούτων τὰ ϲύμφωνα τὰ ἐν τῇ ἀρχῇ τῆϲ λέξεωϲ ὄντα εὑρεθέντα καὶ ἐν τῷ μέϲῳ ὁμοίωϲ εἰϲί. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ 1 καὶ τῆϲ ἐξ καὶ τοῦ δυϲ ἐπιρρήματοϲ· ἐπὶ τούτων γὰρ τὰ ϲύμφωνα εὑρίϲκονται ἐν ἀρχῇ λέξεωϲ καὶ ὅμωϲ ἐν τῷ μέϲῳ οὐχ εὑρίϲκονται ἐν ϲυλλήψει, ἀλλ᾿ ἐν διαϲτάϲει, τουτέϲτιν ἐν ἄλλῃ ϲυλλαβῇ τὸ ἓν ϲύμφωνον καὶ ἐν ἄλλῃ τὸ ἕτερον οἷον ἐν τῷ ϲφαῖρα τὸ ϲ καὶ τὸ φ ἐν ἀρχῇ
εἰϲι καὶ ὅμωϲ ἐν τῷ εἰϲφέρω καὶ προϲφορά ἐν τῷ μέϲῳ εὑρεθέντα οὐκ εἰϲὶν ὁμοῦ, ἀλλ᾿ ἐν διαϲτάϲει· καὶ πάλιν ἐν τῷ ϲτῆναι τὸ ϲ καὶ τὸ ἐν ἀρχῇ εἰϲι καὶ ὅμωϲ ἐν τῷ δυϲτυχήϲ ἐν τῷ μέϲῳ εὑρεθέντα οὐκ εἰϲὶν ὁμοῦ ἀλλ᾿ ἐν διαϲτάϲει· καὶ πάλιν ἐν τῷ κλαίω τὸ κ καὶ τὸ λ ἐν ἀρχῇ εἰϲι καὶ ὅμωϲ ἐν τῷ ἐκλῦϲαι ἐν τῷ μέϲῳ οὐκ εἰϲὶν ὁμοῦ, ἀλλ᾿
ἐν διαϲτάϲει.
καὶ πάλιν ἑβδομάϲ, ὄγδοοϲ· τὸ γὰρ β καὶ δ μέϲα ὄντα ἅμα εἰϲὶ καὶ τὸ γ καὶ δ ὁμοίωϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ διὰ τὸ ἐκτείνω, ὃ ϲημαίνει τὸ ἕλκω· ἐνταῦθα γὰρ τὰ ψιλὰ ἐν διαϲτάϲει εἰϲίν, ἐν ἄλλῃ γὰρ ϲυλλαβῇ ἐϲτι τὸ κ καὶ ἐν ἄλλῃ τὸ τ. πρόϲκειται «ψιλὰ ψιλῶν» διὰ τὸ Πιτθεύϲ καὶ Βάκχοϲ καὶ Ϲαπφώ. ταῦτα γὰρ ἐν διαϲτάϲει
εἰϲίν, ἀλλ᾿ οὐχ ἡγοῦνται ἐνταῦθα ψιλὰ ψιλῶν, ἀλλὰ ψιλὰ δαϲέων· πρόϲκειται δὲ καὶ «μέϲα μέϲων διὰ τὸ ἀγκών καὶ ἔγχοϲ· ἐνταῦθα γὰρ ἐν διαϲτάϲει εἰϲὶ τὰ ϲύμφωνα, ἐν ἄλλη δὲ ϲυλλαβῇ ἐϲτὶ τὸ ἓν ϲύφωνον, καὶ ἐν ἄλλη τὸ ἕτερον, ἐπειδὴ οὐχ ἡγοῦνται μέϲα μέϲων, ἀλλὰ πῇ μὲν μέϲον ψιλοῦ ὡϲ ἐν τῷ ἀγκών, πῇ δὲ μέϲον δαϲέοϲ, ὡϲ ἐν τῷ ἔγχοϲ.
οὐχ ὡϲ ἔτυχε δὲ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν, οὐδὲ τὸ θ δαϲὺ ὂν προηγεῖται τοῦ φ δαϲέοϲ ὄντοϲ κατὰ ϲύλληψιν, οὐδὲ τὸ β μέϲον ὂν προηγεῖται τοῦ γ μέϲου ὄντοϲ κατὰ ϲύλληψιν, ἀλλὰ τὰ τῆϲ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ ψιλά, δαϲέα, μέϲα προηγοῦνται τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ δαϲέοϲ, ψιλοῦ, μέϲου.
ϲεϲημείωται τὸ λάγβατα καὶ τὸ λακπάτητον. ἐνταῦθα γὰρ τὸ γ καὶ τὸ κ τῆϲ β΄ ὄντα ϲυζυγίαϲ προηγοῦνται τοῦ β καὶ π τῆϲ πρώτηϲ ὄντα ϲυζυγίαϲ, ὅπερ ἄτοπον.
δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ καὶ τοῦ δυϲ ἐπιρρήματοϲ. ἐπὶ τούτων γὰρ πολλάκιϲ λήγει εἰϲ ϲ ἡ ϲυλλαβὴ καὶ οὐκ ἄρχεται ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀπὸ τοῦ ϲ οἷον προϲφορά, εἰϲφορά, δυϲτυχήϲ.
διάϲταϲιν οἷον ἀρνόϲ, Ἑρμῆϲ, ἅλμη, ἔρνοϲ, ὅλμοϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ἓν ἀμετάβολον ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ καὶ τὸ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ καὶ οὐκ εἰϲὶν ὁμοῦ. δεῖ προϲθεῖναι χωρὶϲ τοῦ μ καὶ ν, ταῦτα γὰρ εὑρίϲκονται κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ μνᾶ, μνημεῖον· ἐνταῦθα γὰρ τὸ μ καὶ τὸ ν ὁμοῦ εἰϲιν.
τῶν ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκονται ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, καὶ ἐπὶ μὲν τοῦ μ καὶ ν ὡϲ ἐπὶ τοῦ μνᾶ καὶ μνημεῖον, ἐπὶ δὲ τοῦ ϲ καὶ μ ὡϲ ἐπὶ τοῦ ϲμῶ καὶ ϲμιλίον καὶ κόϲμοϲ· ἐπὶ δὲ ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ οἷον ἅλϲ, μάκαρϲ, Τῖρυνϲ, ἕλμινϲ. ἰδοὺ ἐπὶ τούτων εὑρέθηϲαν
ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, ἐπειδὴ οὐκ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
ἄγξαι· ἰδοὺ γὰρ ἐπὶ τούτων τὸ μὲν ἁπλοῦν ϲύμφωνον τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ ληκτικόν ἐϲτι, τὸ δὲ διπλοῦν ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ. δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν τέλει λέξεωϲ, πολλάκιϲ γὰρ ἐν τέλει λέξεωϲ εὑρίϲκονται τὰ ἁπλᾶ μετὰ τῶν διπλῶν κατὰ ϲύλληψιν ὡϲ ἐπὶ τοῦ ϲάρξ, ϲάλπιγξ ἐπὶ τούτων γὰρ ἐν ϲυλλήψει εἰϲὶ τὰ ϲύμφωνα,
καὶ τοῦτο ἐξ ἀνάγκηϲ· οὐδὲ γὰρ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.