ὤφειλεν εἶναι ἠοίκειν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε λέξιϲ Ἑλληνικὴ εὑρίϲκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο, χωρὶϲ εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόϲκειται «εἰ μὴ ἐν διφθόγγῳ» διὰ τὸ ἠοῦϲ ἠοῖ καὶ «πρωῒ δ᾿ ὑπηοῖοι» (Θ 530, Ϲ 277. 303). «κατὰ διάλεκτον» διὰ τὸ ἠῶ οἱ γὰρ Ἴωνεϲ διαλύοντεϲ λέγουϲιν ἠόα.
κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβαϲμὸϲ τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο, τὸ δὲ ο ἠμείφθη εἰϲ ω καὶ ἔμεινε τὸ ῑ προϲγεγραμμένον. ὅμοιόν ἐϲτι τὸ ἑώρταζον καὶ ἐώργειν καὶ ἐώλπειν.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.