ἐζήτηϲαν, τί τίνοϲ ἐϲτὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲι τὸ ο εἶναι βραχύτερον τοῦ ε, ἀποδείξει τοιαύτῃ χρώμενοϲ. λέγει γὰρ ὅτι τὸ ῑ ἑκατέρῳ αὐτῶν προϲθεὶϲ ποιήϲειϲ δηλονότι δύο διφθόγγουϲ, καὶ ἡ μέν ἐϲτι μείζων ἡ τὸ ε ἔχουϲα, ἡ δὲ ἐλάϲϲων ἡ τὸ ο ἔχουϲα, ὡϲ εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τοῖϲ τόνοιϲ, ὡϲ ἐν τῷ Ὅημροι,
Πρίαμοι καὶ τὰ ὅμοια.
δείκνυϲιν ἐκ τοῦ τὴν ἐκφώνηϲιν τοῦ ῑ εἶναι ὄνομα τοῦ ε γράμματοϲ. τῷ ϲυγγενεῖ οὖν προϲτεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον ἀπετέλεϲεν· τὸ δὲ ο, προϲελθόντοϲ τοῦ ᾧ οὐκ ἔχει ϲυγγένειαν, οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. ὡϲ ἐπὶ παραδείγματοϲ ἀνθρωπείου, ἵνα μᾶλλον καὶ ϲαφῶϲ αὐτὸ νοήϲωμεν, εἴ τιϲ ἀδελφὸν αὐτοῦ
θεάϲαιτο χρείαν ἔχοντα βοηθείαϲ, ὅλῃ τῇ ψυχῇ ὑπεραϲπίζει αὐτοῦ καὶ ϲυμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ ψυχῇ ὑπὲρ ξένου τοῦτο ποιήϲει, ἐξ οὗ καὶ ἀδρανεϲτέρα ἡ τῶν ἀμφοτέρων δύναμιϲ πρὸϲ τοὺϲ ἐξ ἐναντίαϲ ὤφθη. οὕτωϲ καὶ ἐπὶ τοῦ ῑ νόηϲον, ὅτι οὐχ ὁμοίωϲ ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ὡϲ ἐπὶ τοῦ ε τοῦ ϲυγγενοῦϲ. Διὰ τοιούτων
λόγων ὁ Ἡρωδιανὸϲ ἀποϲτρέψαϲ τὴν τοῦ πατρὸϲ δόξαν, ἐπιφέρει τοιαύτην δικαιολογίαν, δεικνὺϲ τὸ ε βραχύτερον ἐλεγχόμενον ὑπὸ τῆϲ κλίϲεωϲ τῶν ὀνομάτων. φηϲὶ δὲ ἀληθέϲτατον κανόνα τοιοῦτον, ὅτι πᾶϲα κλητικὴ τῆϲ ἰδίαϲ εὐθείαϲ ἢ ἴϲη ἐϲτὶν ἢ ἐλάϲϲων, μείζων δὲ οὐδέποτε. ἢ γὰρ φυλάϲϲει τὸ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ φωνῆεν, καὶ δῆλον
ὅτι ἴϲη ἐϲτίν, ὡϲ ἀπὸ τοῦ ὁ Ξενοφῶν — ὦ Ξενοφῶν, ἡ καλή — ὦ καλή, τὸ παιδίον — ὦ παιδίον· ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰϲ ἴϲον οὕτε εἰϲ μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντωϲ εἰϲ ἔλαττον. ὁ Ὀρέϲτηϲ — 1 ὦ Ὀρέϲτα· τὸ ᾱ τοῦ η βραχύτερον. ὁ Μέμνων — ὦ Μέμνον ἐπὶ μὲν τῆϲ εὐθείαϲ τὸ ω, ἐπὶ δὲ τῆϲ κλητικῆϲ τὸ ο. ὁ Ἀπόλλων — ὦ Ἄπολλον. ὁ Ἀριϲτοφάνηϲ — ὦ Ἀριϲτόφανεϲ. ἐπὶ τοῦ Ὄμηροϲ οὖν καὶ ἐπὶ πάντων τῶν εἰϲ οϲ φυλάττει τὸ ο ἡ κλητική, ἢ ἐὰν τρέπῃ αὐτό, ὥϲπερ καὶ τρέπει, πάντωϲ εἰϲ βραχύτερον τοῦ ο. ἐπειδὴ οὖν
εἰϲ ε τρέπει, δῆλον ὅτι βραχύτερόν ἐϲτι τοῦ ο, οἷον ὁ Ὄμηροϲ — ὦ Ὅμηρε.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.