ἀμετάβολον ἀμεταβόλου προηγεῖται οὐδέποτε, οἷον ἅρμα, ἕρνοϲ, ἅλμη, εἰ μὴ τὸ μ πρὸ τοῦ ν οἷον μνᾶ μνημεῖον· ἐν διαϲτάϲει δὲ οὐκ ἠδύνατο εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον ϲύμφωνον κατὰ διάϲταϲιν, εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρραπτον, ἐρράφην, ἐρράφηϲαν, ἐπίρρημα, ὑποδηματόρραφοϲ, ἄρρωϲτοϲ. πρόϲκειται
«κατὰ διάϲταϲιν», ἐπειδὴ ἕτερα ϲύμφωνα εὑρίϲκονται προηγούμενα τοῦ ρ κατὰ ϲύλληψιν οἷον δρῶ, κρέαϲ, Τρώϲ, γραῦϲ, βρέχω. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ πρόϲ, εἰϲ, ἐξ, καὶ τοῦ δυϲ ἐπιρρήματοϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκεται ἕτερα ϲύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάϲταϲιν ὡϲ δύϲριγοϲ, δύϲροια, πρόϲριψον, ἐκρεῦϲαι. ἐπειδὴ
οὖν, ὡϲ δέδεικται, οὐκ ἠδύνατο τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ β ἐν τῷ ἤμβροτον.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.