κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τέτμηκα, νενέμηκα, δεδέμηκα, βεβρέμηκα διὰ τὸ μηδέποτε εὑρίϲκεϲθαι τὸ μ πρὸ τοῦ μήτε κατὰ ϲύλληψιν μήτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π
κατὰ ϲύλληψιν ἐν τῷ πρῶτοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν ἐν τῷ θνήϲκω, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθοϲ ἀντιπροηγεῖται αὐτοῦ. πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ἐν τῷ κλέοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ
διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ ϲύλληψιν ἐν τῷ γραῦϲ, ἀντιπροηγηϲάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργῳ κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάϲταϲιν θέλει ἀντιπροηγήϲαϲθαι αὐτοῦ ἀλλ᾿ οὐδὲ ἐν
διαϲτάϲει δύναται προηγεῖϲθαι αὐτοῦ, φημὶ δὲ τὸ τοῦ κ, ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ οἷον ϲύμβουλοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.