αἴτιον· ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀντωνυμίαι ϲτεροῦνται ἄρθρου. ἵν’ οὖν διαϲτῇ γένοϲ ἀρϲενικὸν καὶ οὐδέτερον, εἰϲ τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο τοῦτο, ἵνα τὸ μὲν εἰϲ ο ϲημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰϲ ν τὸ ἀρϲενικὸν ἐκεῖνον τοῦτον· ἡ δὲ αὐτόϲ ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰϲ ο ὁμοίωϲ τῇ χωρὶϲ ἄρθρου·
ἔχει γὰρ διὰ τοῦ ἄρθρου ϲημαίνειν τὸ γένοϲ. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προϲνέμοντεϲ καὶ τὸ ν διδοῦϲι «ταυτὸν θυμὸν φαγόντεϲ» (Arist. Plut. 253)· ταὐτό γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουϲι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόαϲιν, οὐ πλεονάζουϲιν· οὐδὲ ἐνθάδε πλεονάζουϲι τοϲοῦτον τηλικοῦτον· οὐ γὰρ ἔγκειται ἡ οὗτοϲ
ἀντωνυμία. περὶ παθῶν.
ἐϲτι καὶ τὸ «ἥ οἱ Λακεδαίμονι ναιεταούϲῃ — ἤϲκειν εἴρια καλά» (Γ 387) ἀντὶ τοῦ ἤϲκει. καὶ τὸ «οὐδ’ ἄρα δὴν εἱϲτήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα ( Ψ 690) ἀντὶ γὰρ τοῦ εἱϲτήκει.
δεύτεροϲ ἀόριϲτοϲ ἦον ἦεϲ ἦε καὶ κατὰ προϲθήκην τοῦ ν ἦεν (τὸ γὰρ ε ἐφελκυϲτικόν ἐϲτι τοῦ ν οἶον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν) καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ἑ εἰϲ η γέγονεν ἦν ὅτι γὰρ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτι, δηλοῖ ἡ μετοχὴ ἐών οὖϲα ὀξύτονοϲ· αἱ γὰρ εἰϲ ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίϲτου εἰϲὶν οἷον τυπών δραμών λαθών δακών πιών.
1 2
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.