Ep. Hom. 420, 8, E. M. 781, 47: ὑπόδρα ἐπίρρμα πόθεν γίνεται; ὁ μὲν Ἀπολλώνιοϲ δύο λέγει παραγωγάϲ, ὁ δὲ Ἡρωδιανὸϲ μίαν. ὁ μὲν Ἀπολλώνιοϲ οὕτωϲ· ὥϲπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα καὶ ϲιγῶ ϲῖγα, οὕτω καὶ ἐκ τοῦ ὁρῶ ὅρα καὶ μετὰ τῆϲ ὑπό ὑπόρα καὶ
πλεοναϲμῷ τοῦ δ ὑπόδρα τὸ ὑφορᾶϲθαι. καὶ ἄλλωϲ ἔϲτι δρῶ καὶ ϲημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δρωπάζειν καὶ τὸ δραπέτηϲ ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. ἐκ τοῦ οὖν δρῶ γίνεται δρά καὶ μετὰ τῆϲ ὑπό ὑπόδρα τὸ ὑποβλέπειν. ὁ δὲ Ἡρωδίαν ὸϲ λέγει, ὅτι ἐκ τοῦ ὑποδράξ γίνεται.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.