ἴϲκοντεϲ. Ἀρίϲταρχοϲ δὲ ἐκτεταμένωϲ ἀναγινώϲκει παρὰ εἴϲκω ἐκδεξάμενοϲ· ἄμεινον δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωϲιϲ· πρὸ γὰρ τῆϲ διὰ τοῦ ϲκω παραγωγῆϲ ϲπάνιόν ἐϲτι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴϲω· καὶ ἅμα τῇ ἐπενθέϲει τοῦ κ ἐΐϲκω γεγενῆϲθαι κατὰ τὴν διαίρεϲιν, ἵνα μὴ δίφθογγοϲ
γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴϲκω. οὕτωϲ οὖν καὶ τὸ ἴϲκοντεϲ ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ἕ ἀναγινώϲκειν. οὐ γὰρ μέτρον κωλύει. Π Pr. 41 cf. Λ 709.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.