Chocr. Dict. 572, 18. ἡ ει δίφθογγοϲ καὶ ἡ ϲυ δίφθογγοϲ ἀποβάλλουϲιν ἐπὶ τοῦ Ἀττικοῦ παρακειμένου τὸ προτακτικὸν φωνῆεν τοῦτ’ ἔϲτι τὸ ε καὶ φυλάττει ἡ μὲν ει δίφθογγοϲ τὸ ι, ἡ δὲ ευ τὸ ῦ οἰον. ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω λευθα ἐλήλυθα, ἡ δὲ ου δίφθογγοϲ
τὸ ὑποτακτικὸν ἀποβάλλει, τοῦτ’ ἐϲτι τὸ κ καὶ φυλάττει τὸ ο οἶον ἀκούω ἤκουα καὶ ἀκήκοα, ἐπειδὴ οἱ Ἀττικοὶ μᾶλλον τὸ ο χαίρουϲιν ἤπερ τὸ ε καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰϲ ο τρέπουϲι κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντεϲ καὶ πάλιν ἐπὶ τοῦ ἀγήοχα τὸ ο ἐπλεόναϲε καὶ οὐχὶ τὸ ἑ καὶ πάλιν ἔϲτιν έδω
ἤδεκα ἐδήδεκα ἐδήδοκα καὶ ἐνέγκω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.