κρέϲϲων καὶ πλεοναϲμῷ τοῦ ι κρείϲϲων· οὐδέποτε δὲ πρὸ δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται οἰον φρίϲϲω, ἑλίϲϲω, ἀῖϲϲω πλὴν τοῦ κρείϲϲων καὶ. τοῦ ῥήματοϲ τοῦ ἐξ αὐτοῦ γενομένου καὶ χωρὶϲ τοῦ λεύϲϲω, ϲημαίνει δὲ θεωρῶ, καὶ τοῦ γλαύϲϲω, ϲημαίνει δὲ τὸ φωτίζω. ταῦτα διὰ τῶν δύο ϲϲ ἐκφέρονται, ἐπειδὴ τετάρτηϲ ϲυζυγίαϲ εἰϲὶ τῶν βαρυτόνων. ἡ
δὲ τετάρτη ϲυζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο ϲϲ ἐκφέρεται.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.