αὐτῇ καὶ ἐκεῖθεν οὖτοϲ ἐτέχθη· παρὰ οὖν τὸ περιθέειν γέγονε Περίθοοϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ Πειρίθοοϲ. ἄλλωϲ τε ἐπειδὴ οἱ Δωριεῖϲ ηρίθουϲ λέγουϲι διὰ τοῦ η ἔθοϲ δὲ ἔχουϲι τὴν εἰ δίφθογγον εἰϲ η τρέπειν ὡϲ πολλάκιϲ εἴρηται οον πλείων πλήων καὶ μείων μήων. ἰϲτέον δὲ ὅτι κατὰ δύο τρόπουϲ τοῦτο ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ
πλεοναϲμοῦ ἔχει τὸ ι οὐδέποτε δὲ ἡ περί πρόθεϲιϲ πλεονάζει τὸ ι δεύτερον δὲ ὅτι διὰ τοῦ η γράφεται παρὰ τοῖϲ Δωριεῦϲιν· οὐδέποτε δὲ οἱ Δωριεῖϲ τρέπουϲι τὴν ει δίφθογγον εἰϲ τὴν η τὴν ἔχουϲαν ἀπὸ πλεοναϲμοῦ τὸ ι οἶον τὸ ξένοϲ ξεῖνοϲ λεγόμενον οὐ λέγουϲι διὰ τοῦ ῆ ξῆνοϲ· εἰ οὖν τὸ Ποιρίθοοϲ ἀπὸ πλεοναϲμοῦἔχει τὸ ι, δῆλον ὅτι παραλόγωϲ
παρὰ τοῖϲ Δωριεῦϲι διὰ τοῦ η γράφεται.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.