τῆϲ νο ϲυλλαβῆϲ κελαινεφήϲ. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι καθόλου τὰ ὑπερδιϲύλλαβα βαρύτονα ϲύνθετα ἐκκόπτει μίαν ϲυλλαβήν, ὅπωϲ ἀναλογῇ τοῖϲ διϲυλλάβοιϲ χωρὶϲ τοῦ ἀλέξω ῥήματοϲ. οὐ γὰρ φύϲει βαρύτονον ὁ μέλλων γὰρ αὐτοῦ ἀλεξήϲω· οἷον γανόω γανύειϲ γανύει Γανυμήδηϲ ἰθαίνω ἰθαίνειϲ ἰθαίνει Ἰθαιμένηϲ καὶ οὐ λέγεται Ἰθαινομένηϲ.
οὕτωϲ ἐκ τοῦ κελαίνω τὸ | μελαίνω καὶ τὸ νέφοϲ γίνεται κελαινεφήϲ κατὰ ϲυγκοπὴν ὡϲ τανύω τανύπεπλοϲ. ἐπὶ δὲ τοῦ αἱματοϲ ἐκ τοῦ φῶ
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.