Ep. Cr. I 288 15: μώνυχεϲ ἀπὸ τοῦ μονώνυχεϲ ϲυγκέκοπται ὑφαιρέϲει τοῦ ον μώνυχεϲ· δύναται δὲ ἐν τῇ ϲυνθέϲει τοῦ ὄνυχεϲ τὸ ο εἰϲ τὸ ῶ ἐκτετάϲθαι μονώνυχεϲ ὡϲ ὄνομα ϲυνώνυμον. ἢ ὑφέϲει τοῦ ν, μετὰ δὲ τὴν ὕφεϲιν δύναται τὸ ο καὶ τὸ ῦ εἰϲ ω ϲυναιρεῖϲθαι, ὡϲ χρυϲόω χρυϲῶ, καὶ μοώνυχεϲ μώνυχεϲ· ἢ ἀπὸ τοῦ μονόνυχεϲ ὑφέϲει
τοῦ ν, μετὰ δὲ τὴν ὕφεϲιν τοῦ ν γίνεται τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον κρᾶϲιϲ μούνυχεϲ καὶ τροπῇ μώνυχεϲ ὡϲ βοῦν βῶν.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.