πλεοναϲμόϲ ἐϲτι τοῦ η εἰ δὲ παρὰ τὸ Νῦϲα, ὤφειλε μὲν εἶναι Nύϲειον, ἀλλ’ ὥϲπερ παρὰ τὸ ἄρειον ἀρήιον αὐξήϲει γέγονεν, οὕτω Νυϲήϊον, ὥϲτε δύναται διαίρεϲιϲ εἶναι καὶ ἐπέκταϲιϲ, ἀλλ’ οὐ πλεοναϲμόϲ. τὸ δὲ γαιήϊοϲ ἀπὸ τοῦ γαῖα γαίϊοϲ ἐν πλεοναϲμῷ καὶ τὸ κ πολεμήϊα» παρὰ τὸ πόλεμοϲ πολέμια. ὅταν οὖν εἴπῃ «πολεμήϊα τεύχεα»
(H 193) πλεονάζει τὸ η.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.