ΕΙϹ ΤΗΝ Ν.
δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A.
ἐγὼ ϲυγκατατίθεμαι, ἵν᾿ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλαϲϲα διΐϲτατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆϲ παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶϲ ἡ θάλαϲϲα διΐϲτατο ὁμοίωϲ τῷ «ὃϲ δὴ γήραι κυφὸϲ ἔην» (Cod. ἔη) (Od. β 16). τί δέ ἐϲτι τὸ κινοῦν με ἐκθήϲομαι. ὁρῶ τὰ διὰ τοῦ ϲυνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶϲ τιθέμενα, πραγμάτων
δὲ ὄντα κατηγορικά. πρόδηλοϲ δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆϲιϲ· ἔϲτι γάρ τι κερδοϲύνη πρᾶγμα, οὐχὶ κερδοϲύνη γυνή· «ὡϲ φαμένη καὶ κερδοϲύνῃ ἡγεῖτο» (Il. Χ 247) «ἀρχὴν ξεινοϲύνηϲ» (Od. φ 35)· «πλαγκτοϲύνηϲ δ’ οὐκ ἔϲτι κακώτερον» (Od. ο 343)· «τὴν δ’ ᾔνηϲ᾿ ἥ οἱ πόρε μαχλοϲύνην» (Il. Ω 30)· «δρηϲτοϲύνῃ δ’ οὐκ ἄν μοι» (Od. ο 321)·
«ταρβοϲύνῃ, φὰν γάρ μιν» (Od. ϲ 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ, πῶϲ ἂν γένοιτο γηθοϲύνη θάλαϲϲα; οὐ γὰρ ἀγαθοφροϲύνη γυνή. ἄμεινον οὖν ἐπὶ πράγματοϲ παραλαμβάνειν καὶ δοτικὴν πτῶϲιν ἐκδέχεϲθαι. εἰκόϲ τινα φήϲειν ὑπὲρ Ἀριϲτάρχου καὶ τῶν ἄλλων ὡϲ ὅτι αὐτὸϲ ἤδη ὁ
ποιητὴϲ ἀρϲενικῶϲ τοῦτο ἀπεφήνατο «γηθόϲυνοϲ δ᾿ οὔρῳ» (Od. ε 269)· οὕτωϲ ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ γηθοϲύνη. ὃν διδάξομεν ὡϲ ὅτι τὰ διὰ τοῦ ϲυνοϲ εἰ παράγοιτο ἐπιθετικῶϲ ἀρϲενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένουϲ παραϲχηματιϲμόν. τὸ οὖν δικαιόϲυνοϲ Ζεὺϲ οὐκ ἔχει τὸ δικαιοϲύνη θηλυκὸν ἔτι ἐπιθετικῶϲ κατά
τινοϲ θεοῦ ταϲϲόμενον. A.
οὐδέτερα γενόμενα τὰ εἰϲ οϲ, τῷ η παραληγόμενα βαρύνεϲθαι θέλει, ὥϲπερ ἔχει παρὰ τὸ κῆτοϲ τὸ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ. διὸ τὰ λαθικηδήϲ, οἰνοπληθήϲ ὀξυνόμενα παρὰ ῥήματά φαμεν ϲυντεθεῖϲθαι τὸ κήδω καὶ τὸ πλήθω. A.
οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται. ὅτι δὲ ὁ ποιητὴϲ οὐδὲ ὑποκοριϲτικοῖϲ χρῆται, ἐδηλώϲαμεν ἐν τῇ Α. A.
κατέληγεν. A.
καὶ δμώων καὶ παίδων ἀνεγίνωϲκε περιϲπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖϲ. A.
τὸ τέλοϲ εἰϲ τὴν οϲ κατάληξιν προπαροξύνεται, ἄφωνοϲ, ἄναυδοϲ· οὕτωϲ ἱππόκομοϲ. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομοϲ, ὅτε τὸ κομεῖν ἔγκειται· «Νεϲτορέαϲ μὲν ἔπειθ’ ἵππουϲ θεράποντε κομείτην» (Il. Θ 113). A.
τοῦτο ὀξύνουϲιν, ὑψί. A.
χροόϲ ὡϲ ϲοφόϲ κατὰ γενικὴν πτῶϲιν, ἔϲται, ἀλλ’ οὐδαμῶϲ τοῦ χρωτὸϲ διῆλθε· τὸ γὰρ εἴϲομαι καὶ τὸ φανῆναι ϲημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖϲ περὶ τῆϲ ἀναγνώϲεωϲ ἐκεῖνο, ὡϲ ὅτι πιθανόν ἐϲτι μᾶλλον τὴν γενικὴν ἐκδέχεϲθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθοϲ εὐθεῖαν μὲν ἐπίϲταϲθαι εἰϲ ωϲ περατουμένην «ἐπεὶ οὐ ϲφι λίθοϲ χρὼϲ
οὐδὲ ϲίδηροϲ» (Il. Δ 510) καὶ ἀκόλουθοϲ αἰτιατικὴ «χρῶτ᾿ ἀπονιψαμένη» (Od. ϲ 172) τὰϲ δὲ ἄλλαϲ πλαγίουϲ οἶδεν ἀπὸ τῆϲ ουϲ εὐθείαϲ· «χροῒ δ’ ἔντε᾿ ἐδύϲετο παμφανόωντα» (Il. Ι 596)· καὶ τὴν αἰτιατικὴν «μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥϲτε εἰ οὐ κεκώλυται τῆϲ γενικῆϲ ἡ ϲύνταξιϲ, τί ἐϲτι τὸ κατεπεῖγον μὴ τῇ ϲυνήθει κλίϲει τὴν ἀνάγνωϲιν
ποιεῖϲθαι; A.
γενικῶν φιλεῖ ὁ τοιοῦτοϲ τύποϲ παράγεϲθαι, εἴγε καὶ παρὰ τὴν λέοντοϲ ὁ λεοντεύϲ, οὐχὶ λεωνεύϲ, παρά τε τὴν Αἰθίοποϲ Αἰθιοπεύϲ. A.
3
τῷ ϲυνθώμεθα. ἐϲχημάτιϲται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆϲ διανοίαϲ (v. Χ 261). εἰϲὶ μέντοι οἳ ἐψίλωϲαν, οὐκ εὖ. A.
προϲῳδίαϲ ὡϲ τὰ εἰϲ τηϲ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρῷ παραληγόμενα ὀξύνεϲθαι θέλει, αὐλητήϲ, πειρατήϲ, χηρωϲτήϲ, βραβευτήϲ. οὕτωϲ οὖν καὶ τὸ ἑεδνωτήϲ, ϲχηματιϲθὲν παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53). περὶ δὲ τῶν ἀήτηϲ καὶ κυβερνήτηϲ βαρυνομένων λόγον δίδομεν (v. l. l.). A.
δύο οὖν μέρη λόγου ἐϲτὶ καὶ λείπει τὸ οὖϲαν. BL.
παραϲχηματιϲμὸν καὶ τὴν γενικὴν εἰϲ ουϲ περατουμένην. εὐτυχοῦϲ, εὐτυχέϲ, εὐτυχεῖϲ, εὐρυπυλοῦϲ, εὐρυπυλέϲ, εὐρυπυλεῖϲ. οὕτωϲ οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμωϲ μέντοι ἡ παράδοϲιϲ τὸ νεήκηϲ καὶ ταναήκηϲ (v. Π 768) βαρύνει κατὰ ϲυνεκδρομὴν τοῦ εὐμήκηϲ, μεγακήτηϲ. AB.
οἱ δὲ ὡϲ «μέθυ χίλια μέτρα» (Il. Η 471). οἱ δὲ μέγα ἴετο μεγάλωϲ ἐπεθύμει. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ ἔληγε τὸ ὃν μένοϲ» (Il. Φ 305). V.
γὰρ ὡϲ ἐπίκουρον, ἐκδεχόμενοϲ βαϲιλέα καὶ φύλακα. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ, ἐκδεχόμενοϲ τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμοϲ τῆϲ ἀποδόϲεωϲ καὶ Τρύφων. ἐκεῖνο δὲ προϲτίθηϲιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουροϲ ὡϲ ἐπίϲκοποϲ οὐ πάντωϲ ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοϲιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι 4 ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶϲθαι δὲ διὰ τὴν ἐπένθεϲιν τοῦ υ; καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα τούτοιϲ. εἰϲὶ δὲ οἳ ἀνέϲτρεψαν τὴν πρόθεϲιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀϲκαλωνίτηϲ παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάϲϲει τῆϲ προθέϲεωϲ, ὁμοίωϲ τῷ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422). A.
πάνυ. ἡμεῖϲ δ’ ἔχομεν περὶ τὸν ϲχηματιϲμόν τι ἐξαίρετον ϲυμβεβηκὸϲ ἐπιϲτῆϲαι. πρὸϲ τὸ πρῶτον· ἡ ει δίφθογγοϲ ἐν τοῖϲ παρῳχημένοιϲ ἄρχουϲα εἰ διαιροῖτο, εἰϲ δύο εε διαιρεῖται, εἶρτο ἔερτο «ἀτὰρ ἠλέκτροιϲιν ἔερτο» (Od. o 460), εὔργνυ ἐέργνυ «κατὰ ϲυφεοῖϲιν ἐέργνυ» (Od. κ 238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεϲιϲ. δῶμεν δὲ ἀπὸ τοῦ
η ἄρχεϲθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρωϲ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον (P 395): φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριϲτον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκηϲε Διόϲ» (Od. λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων
εἰϲ ε καὶ ᾱ διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ἑ, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα πρόδηλον κἀκ τῆϲ ἀλείϲ μετοχῆϲ), ἤγη ἐάγη, ἧδον ἕαδον. πῶϲ οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖϲθαι; διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριϲτοϲ, φηϲίν,
ἥφθη καὶ ποιητικῶϲ ἅφθη, προϲόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προϲερχόμενον ε ταῖϲ δαϲυνομέναιϲ λέξεϲι μεταληπτικὸν γίνεται τῆϲ ἐκείνων δαϲύτητοϲ, πρόδηλον κἀκ τοῦ ἕερϲα, ἕεδνα, ἑήνδανε, ἑώρων. οὕτωϲ οὖν καὶ τὸ ἑάφθη ἔχει· ϲημαίνει δὲ τὸ οἱονεὶ ϲυνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεϲιν παραλαμβάνειν ὁ ἀνήρ,
οὐδὲν ἦν τὸ κωλῦον. A.
ἕνεκα ἐμφάϲεωϲ μείζονοϲ βαρυτόνωϲ ἀναγινώϲκειν, οἷϲ μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατ’ Ἴωναϲ. A.
οὕτωϲ οὖν καὶ Ὕρτακοϲ. A.
θ᾿ Ἕρμαιοϲ λόφοϲ ἐϲτίν (Od. π 471) ὡϲ εἰϲ ἰδιότητα καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο, ὡϲ Ἀθηναῖοϲ καὶ Ἀθήναιοϲ, ἀγοραῖοϲ καὶ ἀγόραιοϲ (cf. 301). οὕτωϲ οὖν καὶ. Ὀρθαῖοϲ προπεριϲπωμένωϲ ἀναγνωϲτέον· οὐδεμία γὰρ ἀντιδιαϲτολὴ ἐπὶ τοῦ ὀνόματοϲ κεχώρηκεν. A.
τοῦ βιβαϲτόϲ βιβάϲθων ὡϲ ἀϊϲτόϲ ἀΐϲτων· γίνεται γάρ τινα ἀπὸ τῶν εἰϲ τοϲ κατὰ μεταβολὴν τοῦ τέλουϲ εἰϲ θω βαρύτονα ῥήματα, ἐγερτόϲ ἐγέρθω, ἐρεκτόϲ ἐρέχθω, ἀϊϲτόϲ ἀΐϲθων· οὕτωϲ καὶ παρὰ τὸ βιβαϲτόϲ βιβάϲθων. παραιτητέον δὲ καὶ τοὺϲ ὀξύνονταϲ ὡϲ δεύτερον ἀόριϲτον. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.