ΕΙϹ ΤΗΝ Μ.
ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν, ὁπότε περὶ. τοῦ «Γλιϲᾶντα» (Il. B 504) διελάβομεν, εἴγε Διονύϲιοϲ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ ϲυϲτέλλειν τὸ ῑ καὶ μὴ περιϲπᾶν. τό τε Λύκαϲτοϲ ὁ αὐτὸϲ ἱϲτορεῖ ὀξύνεϲθαι, ἡμῶν ἀναγινωϲκόντων βαρυτόνωϲ (Il. B 647). οὕτωϲ οὖν εἰκὸϲ καὶ ἐπὶ τοῦ Κάρηϲοϲ μὴ πειϲθῆναι τὸν Ἀρίϲταρχον ὁμοίωϲ
τοῖϲ ἐγχωρίοιϲ προενέγκαϲθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰϲ οϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, τῷ παραληγόμενα, ἕτερον ἔχοντα ϲ, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆϲ ἐκείνων τάϲεωϲ, εἴγε τὸ Ἁλικαρνηϲϲόϲ διϲϲὸν ἔχει τὸ ϲ, Λυκαβηϲϲόϲ, Ταρτηϲϲόϲ, τὸ μέντοι Κάρηϲοϲ ἐν ἔχει τὸ c. ἴϲωϲ οὖν διὰ τοῦτο
ἐξηλλάγη. A.
ἐκεῖνο γὰρ ἔχω ἀποφήναϲθαι, ὡϲ ὅτι ὁπότερον ἐὰν (sic) ϲημαίνῃ προπαροξυτονηθήϲεται· οὕτωϲ γὰρ ἐμελέτηϲε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοοϲ προπαροξύνομεν· καὶ δῆλον ὅτι εἰϲ ἀποφυγὴν τῶν οὕτωϲ παραγομένων, διπλόοϲ τριπλόοϲ. A.
ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεϲαν ϲυγκοπὴ ὑπάρχῃ, ὡϲ ἀπὸ τοῦ ἐτίθεϲαν τὸ ἔτιθεν· καὶ δέον δαϲύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον, ὁμοίωϲ τῷ «ἄϲϲον ἴεν πολυκάρπου ἀλωῆϲ» (Od. ω 221) ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ ἵει ἐϲτὶν ὁμοίωϲ τῷ «ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόοϲ»
(25). καὶ μήποτε εἴη (sic) πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶϲ τεθειμένα· «τεῖχοϲ ἀμαλδύναϲ, ποταμοὺϲ δ᾿ ἔϲτρεψε. νέεϲθαι». A.
τὸ ε τοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου ἐπὶ τούτου τοῦ ῥήματοϲ. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰϲοδυναμεῖ γὰρ τῷ ἔϲτηϲαν· οὓϲ ἔϲτηϲαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ἕ τοῦ ἀορίϲτου ἐπὶ τούτου τοῦ ῥήματοϲ ἐψιλοῦτο. ϲυγκατατίθεται δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ τῇ τοιαύτῃ ἀναγνώϲει· καὶ ἡμεῖϲ. A.
βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ. AV.
οὐδὲν γὰρ εἰϲ οϲ λῆγον καθαρὸν διϲύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενέϲ ἐϲτιν, διὸ οὐδὲ ἀντιπαράθεϲιν ἔϲχεν. ἴϲωϲ δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦοϲ ἐβαρύνετο καὶ τὸ Τραῦοϲ κύριον καὶ τὸ ψαῦοϲ παῤ Ἀλκμᾶνι. A.
ἐπεὶ τὰ εἰϲ μοϲ μετ᾿ ἐπιπλοκῆϲ τοῦ χ ὀξύνεϲθαι θέλει, αὐχμόϲ, ἰωχμόϲ. ταύτῃ καὶ πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτιν, ὀξυτονηθήϲεται. οὕτωϲ οὖν καὶ τὸ δοχμόϲ. A.
ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὗ πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παῤ Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου. A.
φυλάϲϲειν τὸν αὐτὸν τόνον, ὑπεϲταλμένου τοῦ ἀληθήϲ. ϲαφήϲ, ἀϲαφήϲ, ἀντεραϲτήϲ, φιλαθλητήϲ· οὕτωϲ καὶ φιλοψευδήϲ. τὸ δὲ κριτήϲ ἔϲθ᾿ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου οἷον ἐν τῷ ξενοκρίτηϲ. A.
οὕτωϲ ὑψιπετήειϲ ὑψιπετῆϲ. ἀλλ᾿ ἐπὶ μὲν τοῦ τιμῆϲ εὕρομεν αἰτιατικὴν «καὶ χρυϲὸν τιμῆντα (Il. Ϲ 475), ἥτιϲ ἐδίδαϲκε τὸ τῆϲ εὐθείαϲ πάθοϲ· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείϲθημεν τῷ Ἀριϲτάρχῳ. A.
πτῶϲιν. μέμνηται καὶ Ἡρωδιανὸϲ καὶ Ἀπολλώνιοϲ. A.
προπαροξυνόμενον· ὡϲ γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεϲαν τὸ ἀπαρέμθατον τίθεϲθαι, οὕτωϲ καὶ ἀπὸ τοῦ «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται» καὶ «αὕτωϲ ἐνδίεϲαν» γένοιτ᾿ ἂν τὸ ἀπαρέμφατον δίεϲθαι, ὥϲτε καὶ ἀπὸ τῶν εἰϲ μι ἐϲχημάτιϲται· καὶ δέον ἐϲτὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περιϲπᾶϲθαι, ἵνα ἀποτελέϲῃ τὸ δίημι, ἐξ οὗ τὸ
ἐνδίεϲαν καὶ δίεϲθαι. A.
καὶ τὸ «ἄρχετε νῦν νέκυαϲ φορέειν» (Od. χ 437) ἐν τοῖϲ ἑξῆϲ ἔφη «ἐκ δὲ νέκυϲ οἴκων φόρεον» (Od. ω 417). τινὲϲ δὲ προπαροξύνουϲιν ὡϲ ἀπὸ τοῦ εἴλυμι. A. Addiderat Herodianus ὃ καὶ μᾶλλον. δύναται γὰρ ἐκ τοῦ εἴλυται ἐκτετάϲθαι v. Π 542.
ϲημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοϲούτων ἐλαϲμάτων ϲυγκειμένην 5 6 αὐτήν. ὁ δὲ Ζηνόδοτοϲ, φηϲίν, ἔοικε ψιλῶϲ προφέρεϲθαι, ἐκδεχόμενοϲ τὴν ἐξηλαϲμένην, οὐκ εὖ. οὐκ ἀπιθάνωϲ δὲ ὁ Ἀρίϲταρχοϲ, εἴγε καὶ ἑπταβόειον ϲάκοϲ που λέγει καὶ ἐπὶ τῆϲ Ἀχιλλέωϲ ἀϲπίδοϲ «πέντε δ᾿ ἄῤ αὐτοῦ ἔϲαν ϲάκεοϲ πτύχεϲ» (Il. Ϲ 481) καὶ «ἐπεὶ πέντε πτύχαϲ ἤλαϲε κυλλοποδίων» (Il. γ 270). A.
ὅϲ᾿ ἐφραϲάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον» (Od. ρ 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥ᾿ ἐν μεϲϲάτῳ ἔϲκε γεγωνέμεν» (Il. Θ 223). προϲέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετ᾿ αὐτὸν καὶ ὡϲ βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡϲ περιϲπώμενον. A.
ρ ψιλοῦται, ἴθριϲ, Ὄθρυϲ, ἄχριϲ, ἀφρόϲ, ὄφρα, ὑπεϲταλμένου τοῦ ἅθρουϲ πρὸϲ διάφορον ϲημαινόμενον. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται «ἡ δ᾿ οὔτ᾿ ἀθρῆϲαι δύνατο» (Od. τ 478). A.
λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προϲτίθηϲι τὸ ῑ καὶ δαϲύνει ὁμοίωϲ τῷ «ᾗ ῥ᾿ ὅ γ᾿ ὁ λυϲϲώδηϲ» (Ιl. N 53) οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A.
γενική, ϲυναλοιφὴν δὲ λαβοῦϲα βαρύνεται. τὴν δὲ πρόθεϲιν Τυραννίων ἀναϲτρέφει, ἵνα τὸ ἑξῆϲ ὑπάρχῃ ὕπο λίθου ῥιπῆϲ. οὐκ ἀναγκαῖον δέ τί γὰρ κωλύει φυλάϲϲεϲθαι τὸν τόνον τῆϲ προθέϲεωϲ καὶ εἶναι ὑπὸ ῥιπῆϲ λίθου. A.
τὸ δὲ ἀλίαϲτοϲ ψιλωτέον· ἔϲτι γὰρ ϲτέρηϲιϲ ἀπὸ τοῦ λιαϲτόϲ, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· «ἡγεῖτ᾿, ἀμφὶ δ᾿ ἄρα ϲφι λιάζετο κῦμα» (Il. Ω 96). A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.