τῶν ζῴων ἀποπνίγεσθαι συμβαίνει ἐν τῷ ὑγρῷ, τοῖς
δ’ ἰχθύσιν ἐν τῷ ἀέρι· τοῖς μὲν γὰρ διὰ τοῦ ὕδατος ἡ κατάψυξις
γίνεται, τοῖς δὲ διὰ τοῦ ἀέρος, ὧν ἑκάτερα στερίσκεται
μεταβάλλοντα τοὺς τόπους. Ἡ δ’ αἰτία τῆς κινήσεως
τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος, ὧν αἰρομένων
καὶ συνιζόντων τὰ μὲν ἐκπνέουσι καὶ εἰσπνέουσι τὰ
δὲ δέχονται τὸ ὑγρὸν καὶ ἐξιᾶσιν, ἔτι δ’ ἡ σύστασις τοῦ
ὀργάνου, τόνδ’ ἔχει τὸν τρόπον.
De respiratione. Aristotle. ed. Immanuel Bekker. Oxford. 1837.
Funding provided by Andrew W. Mellon Foundation.