θρεπτικῆς ψυχῆς, ζωὴ δ’ ἡ μονὴ ταύτης. Νεότης δ’ ἐστὶν ἡ
τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις, γῆρας δ’ ἡ τούτου
φθίσις, ἀκμὴ δὲ τὸ τούτων μέσον. Τελευτὴ δὲ καὶ φθορὰ
βίαιος μὲν ἡ τοῦ θερμοῦ σβέσις καὶ μάρανσις· φθαρείη γὰρ
ἂν δι’ ἀμφοτέρας ταύτας τὰς αἰτίας, ἡ δὲ κατὰ φύσιν τοῦ
αὐτοῦ τούτου μάρανσις διὰ χρόνου μῆκος γινομένη καὶ τελειότητα.
Τοῖς μὲν οὖν φυτοῖς αὔανσις, ἐν δὲ τοῖς ζῴοις
καλεῖται θάνατος. Τούτου δ’ ὁ μὲν ἐν γήρᾳ θάνατος μάρανσις
τοῦ μορίου δι’ ἀδυναμίαν τοῦ καταψύχειν ὑπὸ γήρως.
Τί μὲν οὖν ἐστὶ γένεσις καὶ ζωὴ καὶ θάνατος, καὶ διὰ τίνας
αἰτίας ὑπάρχουσι τοῖς ζῴοις, εἴρηται.
De respiratione. Aristotle. ed. Immanuel Bekker. Oxford. 1837.
Funding provided by Andrew W. Mellon Foundation.