Περὶ μὲν οὖν τῶν ἄλλων ἤδη εἴρηται, λοιπὸν δὲ περὶ
λέξεως καὶ διανοίας εἰπεῖν.
τοῖς περὶ ῥητορικῆς κείσθω· τοῦτο γὰρ ἴδιον μᾶλλον ἐκείνης
τῆς μεθόδου.
τοῦ λόγου δεῖ παρασκευασθῆναι.
καὶ τὸ λύειν καὶ τὸ πάθη παρασκευάζειν (οἷον
ἔλεον ἢ φόβον ἢ ὀργὴν καὶ ὅσα τοιαῦτα) καὶ ἔτι μέγεθος
καὶ μικρότητα.
δῆλον δὲ ὅτι καὶ ἐν τοῖς πράγμασιν ἀπὸ
τῶν αὐτῶν ἰδεῶν δεῖ χρῆσθαι ὅταν ἢ ἐλεεινὰ ἢ δεινὰ ἢ
μεγάλα ἢ εἰκότα δέῃ παρασκευάζειν·
ὅτι τὰ μὲν δεῖ φαίνεσθαι ἄνευ διδασκαλίας, τὰ δὲ
ἐν τῷ λόγῳ ὑπὸ τοῦ λέγοντος παρασκευάζεσθαι καὶ παρὰ
τὸν λόγον γίγνεσθαι. τί γὰρ ἂν εἴη τοῦ λέγοντος ἔργον, εἰ
φαίνοιτο ᾗ δέοι καὶ μὴ διὰ τὸν λόγον;
τῶν δὲ περὶ τὴν λέξιν
ἓν μέν ἐστιν εἶδος θεωρίας τὰ σχήματα τῆς λέξεως,
ἅ ἐστιν εἰδέναι τῆς ὑποκριτικῆς καὶ τοῦ τὴν τοιαύτην ἔχοντος
ἀρχιτεκτονικήν, οἷον τί ἐντολὴ καὶ τί εὐχὴ καὶ διήγησις
καὶ ἀπειλὴ καὶ ἐρώτησις καὶ ἀπόκρισις καὶ εἴ τι
ἄλλο τοιοῦτον.
παρὰ γὰρ τὴν τούτων γνῶσιν ἢ ἄγνοιαν οὐδὲν
εἰς τὴν ποιητικὴν ἐπιτίμημα φέρεται ὅ τι καὶ ἄξιον σπουδῆς.
τί γὰρ ἂν τις ὑπολάβοι ἡμαρτῆσθαι ἃ Πρωταγόρας
ἐπιτιμᾷ, ὅτι εὔχεσθαι οἰόμενος ἐπιτάττει εἰπὼν “μῆνιν ἄειδε
θεά”; τὸ γὰρ κελεῦσαι, φησίν, ποιεῖν τι ἢ μὴ ἐπίταξίς
ἐστιν.
θεώρημα.
Poetics. Aristotle. ed. Ingram Bywater. . 1909.