πρὸς τὸ ἀπαθῆ εἶναι, καὶ ταύτης ἐλαφρᾶς, ὁ δʼ ὑμὴν τὴν φύσιν τοιοῦτος· πυκνὸς μὲν γὰρ ὥστʼ ἀποστέγειν, ἄσαρκος δὲ ὥστε μὴ ἕλκειν μηδʼ ἔχειν ἰκμάδα, λεπτὸς δʼ, ὅπως κοῦφος ᾖ καὶ μηδὲν ποιῇ βάρος.
περὶ τὴν καρδίαν καὶ περὶ τὸν ἐγκέφαλον, εὑλόγως· ταῦτα γὰρ δεῖται πλείστης φυλακῆς· ἡ μὲν γὰρ φυλακὴ περὶ τὰ κύρια, ταύτα δὲ κύρια μάλιστα τῆς ζωῆς.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.