ταχέως τὰς κεφαλάς, οὐδέν πω τοιοῦτον συμβέβηκεν. ἔτι δʼ ἐπὶ τῶν ἅλλων ζῴων διὰ τίνʼ αἰτίαν οὐ γίνεται; τὸ μὲν γὰρ τοῦ γέλωτος πληγεισῶν τῶν φρενῶν εἰκότως. οὐδὲν γὰρ γελᾷ τῶν ἄλλων. προιέναι δέ ποι τὸ σῶμα τῆς κεφαλῆς ἀφῃρημένης οὐδὲν ἄλογον, ἐπεὶ τά γʼ ἄναιμα καὶ ζῇ πολύν χρόνον·
δεδήλωται δὲ περὶ τῆς αἰτίας αὐτῶν ἐν ἑτέροις.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.