πολλοῖς γὰρ καὶ ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι και ἀρχὴ τού μυελοῦ διὰ τὸ συνεχὴ τὸν ῥαχίτην αὐτῷ ὁρᾶν μυελόν. ἔστι δὲ πᾶν τοὐναντίον αὐτῷ τὴν φύσιν ὡς εἰπεῖν· ὁ μὲν γὰρ ἐγκέφαλος ψυχρότατον τῶν ἐν τῷ σήματι μορίων, ὁ δὲ μυελὸς θερμὸς τὴν φύσιν· δηλοῖ δʼ ἡ λιπαρότης αὐτοῦ καὶ τὸ πῖον. διὸ
καὶ συνεχὴς ὁ ῥαχίτης τῷ ἐγκεφάλῳ ἐστίν· ἀεὶ γὰρ ἡ φύσις μηχανἀται πρὸς τὴν ἑκάστου ὑπερβολὴν βοήθειαν τὴν τοῦ ἐναντίου παρεδρίαν, ἵνα ἀνισάζῃ τὴν θατέρου ὑπερβολὴν θάτερον.
ἔτι δʼ ἀναιμότατον τῶν ὑγρῶν τῶν ἐν τῷ σήματι πάντων (οὐδʼ ὁτιοῦν γὰρ αἵματος ἔχει ἐν αὑτῷ) καὶ 1 αὐχμηρότατον. ἔστι δʼ οὔτε περίττωμα οὔτε τῶν συνεχῶν μορίων, ἀλλὰ ἴδιος ἡ φύσις, καὶ εὐλόγως τοιαύτη.
ὄψεως, ἔτι δὲ μᾶλλον τ μηδεμίαν ποιεῖν αἴσθησιν θιγγανόμενος, ὥσπερ οὐδὲ τὸ αἷμα οὐδὲ τὸ περίττωμα τῶν ζῴων. ὑπάρχει δὲ τοῖς ξῴοις πρὸς τὴν τῆς φύσεως ὅλης σωτηρίαν. οἱ μὲν γὰρ τού ζῴου τὴν ψυχὴν τιθέασι πῦρ ἠ τοιούτην τινὰ δύναμιν φορτικῶς τιθέντες· βέλτιον δʼ ἴσως φάναι ἐν τοιούτῳ τινὶ
σώματι συνεστάναι. τούτου δʼ αἴτιον ὅτι τοῖς τῆς ψυχῆς ἔργοις ὑπηρετικώτατον τῶν σωμάτων τὸ θερμόν ἐστιν· τὸ τρέφειν γὰρ καὶ κινεῖν ψυχῆς ἔργον ἐστί, ταῦτα δὲ διὰ ταύτης μάλιστα γίνεται τῆς δυνάμεως. ὅμοιον οὖν τὸ τὴν ψυχὴν εἶναι φάναι πῦρ, η τρύπανον τὸν τέκτονα ἤ τὴν τεκτοκαὶ τὸ πρί τὸ ἔργον περαίνεται ἐγγὺς ἀλλήλων οὗσιν.
νιχ μεν οὖν θερμότητος τὰ ζῷα μετέχειν ἀναγκαῖον,
θερμότητα μεμηχάνηται τὸν ἐγκέφαλον ἡ φύσις, καὶ τούτου χαέριν ὑπάρχει τοῦτο τὸ μόριον τοῖς ζῴοις, τὴν φύσιν ἔχον κοινὴν ὕδατος καὶ γῆς, καὶ διὰ τοῦτο τὰ ἔναιμα ἔχει πάντα ἐγκέφαλον, τῶν δʼ ἄλλων οὐδὲν ὡς εἰπεῖν, πλὴν ὅτι κατὰ τὸ ἀνάλογον, οἷον ὁ πολύπους· ὀλιγόθερμα γὰρ πάντα διὰ τὴν
ἀναιμίαν.
περὶ τὸν ἐγκέφαλον. πρὸς δὲ τὸ τῇ θερμὸτητι μὴ βλάπτειν, ἀντὶ μὲν μεγάλων ὀλίγων πυκναὶ καὶ λεπταὶ φλέβες περιέχουσιν αὑτόν, ἀντὶ δὲ πολλοῦ καὶ παχέος αἵματος λεπτὸν καὶ καθαρὸν. διὸ καὶ τὰ ῥεύματα τοῖς σώμασιν ἐκ τῆς κεφαλῆς ἐστὶ τὴν ἀρχὴν, ὅσοις ἄν ᾖ τὰ περὶ τὸν ἐγκέφαλον ψυχρότερα
τῆς συμμέτρου κράσεως· ἀναθυμιωμένης γὰρ διἀ τῶν φλεβῶν ἄνω τῆς τροφῆς τὸ περίττωμα ψυχόμενον 2 διὰ τὴν τού τόπου τούτου δύναμιν ῥεύματα ποιεῖ φλέγματος καὶ ίχῶρος.
τὸν ἄνω τόπον, ὅταν ἐν τῷ ὑπὲρ ην γῆς γένηται ἀέρι ὄντι ψυχρῷ, συνίσταται πάλιν εἰς ὕδωρ διὰ τὴν ψύξιν καὶ ῥεῖ κάτω πρὸς τὴν γῆν.
ἐοʼ ὅσον τῆς φυσικῆς φιλοσοφίας ἐστὶν εἰπεῖν περὶ αὐτῶν· ποιεῖ δὲ καὶ τὸν ὕπνον τοῖς ζῴοις τοῦτο τὸ μόριον τοῖς ἔχουσιν ἐγκέφαλον, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον. καταψῦχον γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, ὴ καὶ διά τινας ὁμοίας αἰτίας ἄλλας, βαρύνει τε τὸν τόπον (διὸ τὴν κεφαλὴν καρηβαροῦσιν
οἱ ὑπνώσσοντες) καὶ κάτω ποιεῖ τὸ θερμὸν ὑποφεύγειν μετὰ τοῦ αἵματος. διὸ πλεῖον ἀθροιζόμενον ἐπὶ τὸν κάτω τόπον ἀπεργάζεται τὸν ὕπνον, καὶ τὸ δύνασθαι ἑστάναι ὀρθὰ ἀφαιρεῖταε, ὅσα τῶν ζῴων ὀρθὰ τὴν φύσιν ἐστί, τῶν δʼ ἄλλων τὴν ὀρθότητα της κεφαλῆςʼ περὶ ὧν εἴρηται καθʼ αὐτὰ ἔν τε
τοῖς περὶ αἰσθήσεως καὶ περὶ ὕπνου διωρισμένοις.
τῶν χεδρόπων ἑψήματα καὶ τῶν ἅλλων καρπῶν, διὰ τὸ γῆς εἶναι τὸ πλεῖστον μέρος, ἐξιόντος τοῦ μιχθέντος τος ὑγροῦ· καὶ γὰρ ταῦτα γίνεται σκληρὰ καὶ γεἡρὰ πάμπαν.
καὶ τὸν πλεύμονα τόπον θερμὸτατον καὶ ἐναιμὸτατον. διὸ καὶ μόνον ἐστὶ τῶν ζῷόων ὀρθόν· ἡ γὰρ τοῦ θερμοῦ φύσις ἐνισχύουσα ποιεῖ τὴν αξησιν ἀπὸ τού μέσου κατὰ τὴν αὐτης φοράν. πρὸς σὖν πολλὴν θερμὸτητα ἀντίκειται πλεέων ὑγρότης καὶ ψυχρότης, καὶ διὰ τὸ πλῆθς ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀσουν, ὃ καλοῦσι βρέγμα τινές, διὰ τὸ πολὺν
νον τὸ θερμὸν ἀπατμίζειν· τῶν δʼ ἄλλων οὐδενὶ τοῦτο συμβαίνει τῶν ἐναίμων ζῴων.
ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἡ ἀρχὴ συμπαθέστατόν ἐστι καὶ ταχεῖαν ποιεῖται τὴν αἴσθησιν μεταβάλλοντός τι καὶ πάσχοντος τοῦ περὶ τὸν ἐγκέφαλον αἵματος.
τά τε περιττώματα τῆς τροφῆς ἐστί, τό τε τῆς κύστεως ὑπόστημα καὶ τὸ τῆς κοιλίας, καὶ παρὰ ταῦτα γονὴ καὶ γάλα τοῖς πεφυκόσιν ἔχειν ἕκαστα τούτων. τὰ μὲν οὖν τῆς τροφῆς περιττώματα περὶ τὴν τῆς τροφῆς σκέψιν καὶ θεωρίαν οἰκείους ἔχει τοὺς λόγους, τίσι τε τῶν ζῴων ὑπάρχει καὶ διὰ τίνας αἰτίας,
τὰ δὲ περὶ σπέρματος καὶ γάλακτος ἐν τοῖς περὶ γενέσεωςʼ τὸ μὲν γὰρ ἀρχὴ γενέσεως αὐτῶν ἐστί, τὸ δὲ χάριν γενέσεως.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.