ἐστίν· αὐξανομένων δὲ καὶ πεττομένων, καθάπερ καὶ τὰ μὸρια μεταβάλλει καὶ τὰ σπλάγχνα τὰς χρὸας (ὑπερβολῇ γὰρ αίματῶδες καὶ τῶν σπλάγχνων ἕκαστόν ἐστιν ἔτι νέων ὄντων), οὕτω καὶ ὸ μυελὸς καὶ τῶν μὲν πιμελωδῶν λιπαρὸς καὶ πιμελῇ ὅμοιος, ὅσοις δὲ μὴ πιμελῇ ὅμοιος ἀλλὰ στέαρ γίνεται τὸ
αἷμα πεττόμενον, τούτοις ὅὲ στεατωὅης. διὸ τοῖς μὲν κερατοφόροις καὶ μὴ ἀμφωδουσι στεατώδης, τοῖς δʼ ἀμφωόδουσι καὶ πολυσχιδέσι πιμελώδης.
ἤ στεατώδης οὐκ ἄν ὁμοίως ἦν συνεχής, ἀλλʼ ἤ θραυστὸς ἤ ὑγρός. ἔυια δʼ οὐκ ἔχει τῶν ζῷων ὡς ἀξίως εἰπεῖν μυελόν, ὅσων τὰ ὀστᾶ ίσχυρὰ καὶ πυκνά, οἷον τὰ τοῦ λέοντος· τούτου γὰρ τὰ ὀστᾶ, διὰ 1 τὸ πάμπαν ἄσημον ἔχειν, δοκεῖ οἀκ ἔχειν ὅλως μυελόν.
γίνεται τὰ ὀστᾶ. ὅτι δʼ ἡ τροφὴ πᾶσιν αἷμα, είρηται πρότερον. εὐλόγως δὲ καὶ στεατώδεις οἱ μυελοὶ καὶ πιμελύδεις εἰσίν· διὰ γὰρ τὴν ἀλέαν τὴν γινομένην ὑπὸ τοῦ περιέχεσθαι τοῖς ὀστοῖς πέττεται τὸ αἷμα, ἡ δὲ καθʼ αὑτὸ πέψις αἵματος στέαρ καὶ πιμελὴ ἐστιν.
ταύτῃ ἐγγίνεταιʼ μύνη τε γὰρ ἔχει χώραν, καὶ μόνη δεῖται συνδέσμου διὰ τὰς διαλήψεις. διὸ καὶ ὁ ἐνταῦθα μυελός, ὥσπερ είρηται ἀλλοιότερὸς ἐστιν· διὰ τὸ ἀντὶ περόνης γὰρ γίνεσθαι γλίσχρος καὶ νευρώδης ἐστίν, ἵνʼ ἕχῃ τάσιν.
τὰ ζῷα τὰ ἔχοντα μυελόν, είρηται· καὶ τί ἐστιν ὁ μυελὸς, ἐκ τούτων φανερόν, ὅτι τῆς αἱματικῆς τροφῆς τῆς εἰς ὀστᾶ καὶ ἄκανθαν μερις ἐστὶ τὸ ἐμπεριλαμβανόμενον περίττωμα πεφθέν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.