ἐπʼ ἀμφότερα οἱ ἄνθρωποι μόνον ἔχουσιν. τὰ γὰρ τετράποδα τν ζῴων ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἀλλʼ ἐν τοῖς πρανέσι μᾶλλον· οἱ δʼ ἄνθρωποι τοὐναντίον ἐν τοῖς ὑπτίοις μἀλλον ἢ ἐν τοῖς πρανέσιν. σκέπης γὰρ χάριν αἱ τρίχες ὑπάρχουσι τοῖς ἔχουσιν· τοῖς μὲν οὖν τετράποσι τὰ πρανῆ δεῖται μἀλλον τῆς
σκέπης, τὰ δὲ πρόσθια τιμιωτερα μέν, ἀλλὰ λεάζει διὰ τὴν κάμψιν· τοῖς δʼ ἀνθρώποις ἐπεὶ ἐξ ἴσου διὰ τὴν ὀρθότητα τὰ πρόσθια τοῖς ὀπισθίοις, τοῖς τιμιωτέροις ὑπέγραψεν ἡ φύσις τὴν βοήθειαν· ἀεὶ γὰρ ἐκ τῶν ἐνδεχομένων αἰτία τού βελτίονός ἐστιν.
τὴν κάτωθεν, ἀλλʼ ὑπὸ τοῦτο τὸ βλέφαρον ἐνίοις παραφύονται μαναὶ τρίχες, οὔτʼ ἐν ταῖς μασχάλαις οὔτʼ ἐπὶ τῆς ἥβης, ὥσπερ τοῖς ἀνθρώποις ἀλλʼ ἀντὶ τούτων τὰ μὲν καθʼ ὅλον τὸ σῶμα πρανὲς δεδάσυνται ταῖς θριξίν, οἷον τὸ τῶν κυνῶν γένος, τὰ δὲ
λοφιὰν ἔχει, καθάπερ ἵπποι καὶ τὰ τοιαύῦτα τῶν ζῴων, τὰ δὲ χαίτην, ὥσπερ ὸ ἄρρην λέωυ.
καὶ κατὰ τὴν τοῦ ἄλλου σήματος φύσιν · πανταχοῦ γὰρ ἀποδίὅωσι λαβούσα ἑτέρωσθεν πρὸς ἄλλο μὸριον. ὅσοις δὲ τὸ σάμα ὅασύ λίαν πεποίηκε, τούτοις ἐνδεῶς ἔχει τὰ περὶ τὴν κέρκον, οἷον ἐπὶ τῶν ἄρκτων συμβέβηκεν.
ὑγρὸν καὶ θερμὸν πλεῖστον, ἐνταῦθʼ ἀναγκαῖον πλείστην εἶναι τὴν ἔκφυσιν), ἕνεκεν δὲ βοηθείας, ὅπωος σκεπάζωσι φυλάττουσαι τὰς ὑπερβολὰς τού τε ψύχους καὶ τῆς ἀλέας. πλεῖστος δʼ ὤν καὶ ὑγρότατος ὁ τῶν ἀνθρύπων ἐγκέφαλος πλείστης καὶ της φυλακῆς δεῖται· τὸ γὰρ ὑγρὸτατον καὶ ζεῖ καὶ ψύχεται
μάλιστα , τὸ δ᾿ ἐναντίως ἔχον ἀπαθέστερὸν ἐστιν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.