καὶ τὰ ᾧοτόκα τῶν τετραπόὅων φυλακὴν ἔχουσι τῆς ὄψεως, τὰ μὲν ζῳοτόκα βλέφαρα δύο, οἷς καὶ σκαρδαμύττουσι, τῶν δʼ ὀρνίθων ἅλλοι τε καὶ οἱ βαρεῖς καὶ τὰ ᾧοτόκα τῶν τετραπόδων τῇ κάτω βλεφαρίδι μύουσιν· σκαρδαμύττουσι δʼ οἱ ὅρυιθες ἐκ
τῶν κανθῶν ὑμένι. τοῦ μὲν οὖν φυλακὴν ἔχειν αἴτιον τὸ ὑγρὰ τὰ ὄμματα εἶναι, ἵνα ὄξύ βλέπωσι τοῦτον τὸν τρόπον ὑπὸ τῆς φύσεως. σκληρόδερμα γὰρ ὄντα ἀβλαβέστερα μὲν ἂν ἦν ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων, οὐκ ὀξυωπὰ δέ.
χαέριν τὰ βλέφαραʼ καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστʼ ἅνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ἡ φύσις ἐποίησε), πλειστάκις 1 δʼ ὁ ἅνθρωπος διὰ τὸ λεπτοδερμότατος εἷναι. ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη· διὸ καὶ οὐ συμφύεται οὔτε βλεφαρὶς οὔτʼ ἀκροποσθία, ὅτι ἄνευ σαρκὸς δέρματά ἐστιν.
ἔχουσιν. διὸ καὶ οὐτοι μὲν τῷ κάτω βλεφάρῳ μύουσι, περιστεραὶ δὲ καὶ τὰ τοιαύτα ἀμφοῖν.
δὲ κάτωσθεν σαρκὧδες, ὥστʼ ἔχειν τὸ βλέφαρον λεπτότητα καὶ τάσιν. σκαρδαμύττουσι δʼ σἱ βαρεῖς ὄρνιθες τούτῳ μὲν οὕ, τῷ δʼ ὑμέυι, διἀ τὸ βραδεῖαν εἶναι τὴν τούτου κίνησιν, δεῖν δὲ ταχεῖαν γίνεσθαι· ὲ δʼ ὑμὴν τοιούτον.
ἀρχῆς μιᾶς τὴν φύσιν εἶναι αὐτῶν, ούτοι δʼ ἔχουσιν ἀρχὴν τὴν πρὸς τὸν μυκτὴρα πρόσφυσιν· καὶ τὸ πρόσθιον ἀρχὴ τοῦ πλαγίου μᾶλλον. τὰ δὲ τετράποδα καὶ ᾧοτόκα οὐ σκαρδαμύττει ὁμοίως, ὅτι οὐδ ʼ ὑγρὰν αὐτοῖς ἀναγκαῖον ἔχειν καὶ ἀκριβὴ τὴν ὄψιν ἐπιγείοις οὗσιν. τοῖς δʼ ὄρνισιν ἀναγκαῖον· πόρρῳσθεν
γὰρ ἡ χρῆσις τῆς ὄψεως. διὸ καὶ τὰ γαμ ψώνυχα μὲν ὀξυωπά (ἄνωθεν γὰρ αὐτοῖς ἡ θεωρία τῆς τροφῆς, διὸ καὶ ἀναπέτονται ταῦτα μάλιστα τῶν ὀρνέων εἰς ὕψος), τὰ δʼ ἐπίγεια καὶ μὴ πτητικά, οἷον ἀλεκτρυόνες καὶ τὰ τοιαύτα, οὐκ ὀξυωπά· οὐδὲν γὰρ αὐτἀ
κατεπείγει πρὸς τὸν βίον.
οἷον βλέποντα διἀ τοῦ βλεφάρου προσπεφυκότος. ἐπεὶ δʼ ἀναγκαῖον διὰ τὴν σκληρότητα ἀμβλύτερον βλέπειν, κινουμένους ἐποίησεν ἡ φύσις τοὺς ὀφθαλμοὺς τοῖς ἐντόμοις, καὶ μᾶλλον ἔτι τοῖς σκληροδέρμοις, 2 ὥσπερ ἔνια τῶν τετραπόδων τὰ ὦτα, ὅπως ὀξύτερον βλέπῃ στρέφοντα πρὸς τὸ φῶς καὶ δεχόμενα τὴν αὐγήν.
ὁ ἀὴρ εὐδίοπτος· ἐκείνοις δʼ ἐπεὶ τὸ ὕδωρ πρὸς μὲν τὸ ὀξὺ βλέπειν ἐναντίον, οὐκ ἔχει δὲ πολλὰ τὰ προσκρούσματα πρὸς τὴν ὄψιν ὥσπερ ὁ ἀήρ, διὰ μὲν τοῦτʼ οὐκ ἔχει βλέφαρον (οὐδὲν γὰρ ἡ φύσις ποιεῖ μάτην), πρὸς δὲ τὴν παχύτητα τοῦ ὕδατος ὑγρόφθαλμοί εἰσιν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.