περὶ τὸν ἐγκέφαλον. πρὸς δὲ τὸ τῇ θερμὸτητι μὴ βλάπτειν, ἀντὶ μὲν μεγάλων ὀλίγων πυκναὶ καὶ λεπταὶ φλέβες περιέχουσιν αὑτόν, ἀντὶ δὲ πολλοῦ καὶ παχέος αἵματος λεπτὸν καὶ καθαρὸν. διὸ καὶ τὰ ῥεύματα τοῖς σώμασιν ἐκ τῆς κεφαλῆς ἐστὶ τὴν ἀρχὴν, ὅσοις ἄν ᾖ τὰ περὶ τὸν ἐγκέφαλον ψυχρότερα
τῆς συμμέτρου κράσεως· ἀναθυμιωμένης γὰρ διἀ τῶν φλεβῶν ἄνω τῆς τροφῆς τὸ περίττωμα ψυχόμενον 1 διὰ τὴν τού τόπου τούτου δύναμιν ῥεύματα ποιεῖ φλέγματος καὶ ίχῶρος.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.