πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπονπροστιθέασιν·
δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.
ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. πάλιν ὅτι ἐν πᾶσιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπουδαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές 1 2 3 ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον. ∗∗. καὶ ὅτι οὐ κράτιστονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον. καὶ ὅτι ἐμπόδιον τοῦ πράττειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.
γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀληθῆ εἶναι. ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ
φαγεῖν ἢ πιεῖν. αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γίνονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι·
προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραίνεσθαι προελυπήθη.
ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.
ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ
τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.
ἔστιν οὐδεμία ἡδονὴ γένεσις.
εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.
ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν. κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ 7 8 ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγαθόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ
ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —
γραμματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως. ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν.
διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.
σκωλήκων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·
ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.
καὶ ὄνου καὶ κυνός,
ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.
τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν. οἷς ὅμοιον πεπόνθασιν οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγαθόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλʼ ἢ τὰς σωματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας, ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.
ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον 12 καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι, βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι· αἱ
γὰρ ἡδοναὶ κατʼ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τὴς ὄψεως ἡδοναὶ καὶ τὴς ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε σωματικαὶ ἐξ ἀναπληρώσεως.
εἶναι καὶ πᾶσι κοινὸν οὐκ ἀγαθόν. τὸ δὴ τοιοῦτον ἐπὶ φιλοτίμου μᾶλλον καὶ φιλοτιμίας οἰκεῖον ἐστίν. ὁ γὰρ φιλότιμός ἐστιν ὁ μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν· καὶ τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.
ὅτι πάντα τούτου ἐφίεται; τοῦ γὰρ ἀγαθοῦ πάντα πέφυκεν ἐφίεσθαι, ὥστʼ εἰ τῆς ἡδονῆς πάντʼ ἐφίεται, ἀγαθὸν ἂν εἴη τῷ γένει ἡ ἡδονή.
τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ πράττειν,
πράττειν ἀπʼ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον πράττειν τὰ κατʼ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα 14 15 οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν; καὶ ἐὰν μέν γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ καλὰ πράττῃ, οὐ σπουδαῖος. ἡ γὰρ λύπη ἐπὶ τοῖς διʼ ἀνάγκην ἐστίν, ὥστʼ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων,
ἀναγκαζόμενος πράττει· ὁ δʼ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.
ἢ ἡδονῆς. εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει, οὐ σπουδαῖος. ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ ἡδονῆς ἄρα.
συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται)· τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.
ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ· οὕτω γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος προστάττῃ·
φαύλως διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείπ τοντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστʼ οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ. — ἀπλῶς δʼ οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη. δεῖ γὰρ πρὸς τὸ καλὸν
ὁρμὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθʼ οὕτως τὸν λόγον ὕστερον ἐπωψηφίζοντα εἶναι καὶ διακρίνοντα. ἴδοι δʼ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου
ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος
ἐπιγινόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά. ἀλλʼ οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ 19 ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται· διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.