τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται.
ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.
τὸ πρότιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθ ὑπὸ τινός· ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι καὶ βιαστικώτατον· ὥστε πάλιν ὁ λόγος οὗτος ἐναντιοῦται ∗∗τῷ μὴ εἶναι ἐπιστήμην.
ψέγομεν· ὥστε ὁ ἀκρατής, εἴπερ δόξαν ἔχει, οὑν ἔσται ψεκτός.
ταῦτʼ ἂν τις ἀπορήσειεν· ἐπε γὰρ δοκεῖ ὁ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς 4 5 ἐπιθυμίας; εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ)· εἰ δὲ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώψρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν
μηδὲ πάσχων μηθέν).
τὰ καλά· οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρατής)· πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει· διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν)· οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται,
ἐπαινετὸς μέντοι· γὰρ πράττει τὰ καλὰ, ἐπαινετός. ἄτοπον δὴ τὸ συμβαῖνον.
τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν)· ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός· ὁ ἄρα ἐγκρατὴς ἔσται ποτε ψεκτός. ἄτοπον δὴ καὶ οὕτω τὸ συμβαῖνον.
διαφέρει δόξαν εἶναι ἐπιστήμην· εἰ γὰρ ἔσται ἡ δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει.
οὔτʼ εἰ ἐπιστήμην ἔχει οὔτʼ εἰ δόξαν οἵαν λέγομεν, πράττειν τι φαῦλον. ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις ἐπιστήμην ἔχῃ), τὸ δʼ ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ. ἀκρατὴς οὖν ἐστιν ὁ ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ
ἐνεργῶν δὲ αὐτῇ·
αὐτοῖς ἡ ἐπιστήμη. ὡσαύτως δʼ ἐπὶ τοῦ ἀκρατοῦς. ὥσπερ γὰρ καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ ἐνεργεῖ.
γίνεσθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους. οἷον ἐπίσταμαι πάντʼ ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι· οὑτοσὶ δὲ πυρέττει· ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι. ἔστιν οὖν ὃ τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δʼ ἐπὶ μέρους οὔ.
γίνεται οὖν ἁμαρτία τῷ τὴν ἐπιστήμην ἔχοντι καὶ ἐνταῦθα, οἷον ἅπαντα μὲν τὸν πυρέττοντα ὑγιῆ ποιῆσαι 〈ἐπίσταμαι〉, εἰ μέντοι οὗτος πυρέττει, οὐκ οἶδα. ὡσαύτως τοίνυν ἐπὶ τοῦ ἀκρατοῦς τοῦ τὴν ἐπιστήμην ἔχοντος ἡ αὐτὴ ὡμαρτία συμβήσεται. ἐνδέχεται γὰρ τὸν ἀκρατῆ τὴν μὲν καθόλου ἐπιστήμην ἔχειν,
ὅτι τὰ τοιαῦτα φαῦλα καὶ βλαβερά, μὴ μέντοι γε ὅτι ἐστὶν ταῦτα φαῦλα ἐπὶ μέρους εἰδέναι, ὥστε οὕτως ἔχων τὴν ἐπιστήμην ἁμαρτήσεται· ἔχει γὰρ τὴν καθόλου, τὴν δʼ ἐπὶ μέρους οὔ.
πάλιν]. ἐπικρατῆσαν γὰρ τὸ πάθος ὴρεμεῖν ἐποίησε τὸν λογισμόν· ὅταν δʼ ἀπαλλαγῇ τὸ πάθος ὥσπερ ἡ μέθη, πάλιν ὁ αὐτὸς ἐστίν.
ἐγκρατοῦς. οὐ συμβαίνει δὲ τοῦτο. οὐ γάρ ἐφπτιν οὔτʼ ἐγκρανὴς οὔτʼ ἀκρατὴς ὁ τῷ λόγῳ διεψευσμένος, ἀλλὰ ὁ λόγον ἔχων ὀρθὸν καὶ τούτῳ τὰ φαῦλα ὄντα κρίνων καὶ τὰ καλά, κσὶ ἀκρατὴς μὲν ὁ τῷ τοιούτῳ λόγω ἀπενθὢν', ἐγκραπτὴς δὲ ὁ πειθόμενος καὶ μὴ ὑπὸ τῶν ἐπιθυμιῶν ἀγόμενος· οὐδὲ γὰρ
ᾦ τινι οὐ δοκεῖ τὸν πατέρα τύπτειν αἰσχρὸν εἶναι, ἐπιθυμῶν δὲ τύπτειν, ὁ τούτου ἀπεχόμενος ἐγκρατής ἐστι·
οἷον νοσηματικαὶ μὲν αἱ τοιαῦται· εἰσὶ γάρ τινες οἱ τίλλοντες τρίχας διατρώγουσιν. εἰ οὖν τις ταύτης τῆς ἡδονῆς κρατεῖ, οὐκ ἔστιν ἔπαινετός, οὐδὲ ψεκτός, εἰ μὴ κρατεῖ, οὐ σφόδρα γε. φύσει δέ, οἷον υἱόν ποτέ φασ κρινόμενον ἐν δικαστηρίῳ, ὅτι τὸν πατέρα τύπτοι, ἀπολογεῖσθαι λέγονθʼ
ὅτι “καὶ γὰρ οὗτος τὸν ἑαυτοῦ πατέρα”, καὶ ἀποφυγεν δή· δοκεῖν γὰρ τοῖς δικασταῖς φυσικὴν εἶναι τὴν ἁμαρτίαν, εἰ δή τις τοῦ τὸν πατέρα τύπτειν κρατοίη, οὐκ ἐπταινετός.
ἀκρατής· ἐπαινεῖται γάρ πως ὁ περὶ τιμὴν ἀκρατής· φιλότιμος γάρ τις [ἐστίν]. τὸ δʼ ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν ἀκρετῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς ἢ δόξαν ἢ ὀργήν. ἀλλὰ τῷ ἀπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς 16 ὑπάρχοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ ἐστίν· ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ὁ ἀπλῶς ἀκρατής.
ὑποκείμενα· τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δʼ ἡδοναὶ αἱ σωματικαὶ ψεκταί· διὸ εἰκότως ὁ περὶ ταύτας ἂν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.
περὶ τὴν ὀργὴν οὖσα ἀκρασία ψεκτοτάτη, πότερον ψεκτοτέρα ἐστὶν ἡ περὶ τὴν ὀργὴν ἢ ἡ περὶ τὰς ἡδονάς; ἔστιν οὖν ἡ περὶ τὴν ὀργὴν ἀκρασία ὁμοία τῶν παίδων τοῖς πρὸς τὸ διακονεῖν προθύμως ἔχουσιν· καὶ γὰρ οὗτοι, ὅταν εἴπῃ ὁ δεσπότης ‟δός μοι”, τῇ προθυμίᾳ ἐξενεχθέντες, πρὸ τοῦ ἀκοῦσαι ὃ δεῖ δοῦναι,
ἔδωκαν, καὶ ἐν τῇ δόσει διήμαρτον· πολλάκις γὰρ δέον βιβλίον δοῦναι γραφεῖον ἔδωκαν.
παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς διʼ ὀργὴν ἀκρασίας. ἡ μὲν γὰρ διʼ ὀργὴν ἀκρασία λύπη ἐστίν( οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ διʼ ἐπιθυμίαν μεθʼ ἡδονῆς· διὸ μᾶλλο ψεκτή· ἡ γὰρ διʼ ἡδονὴν ἀκρασία μεθʼ ὕβρεως δοκεῖ εἶναι.
ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.
πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.
ἀκράτὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφʼ ἃ ἡ ἐπιθυμία ἄγει.
μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρατοῦς.
ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ 22 23 Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἢ τις τούτων τῶν μοχθηρῶν; δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα
συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.
ἐκείνη μὲν οὖν οὐδʼ ἂν λίαν δόξειεν εἶναι ψεκτή· καὶ γὰρ ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ 24 εὐφυέσιν· δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς, οἱ δὲ τοιοῦτοι ψεκτοί.
φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν. ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος. οὔτε 25 26 γὰρ ὁ σπουδαῖος οὐδέποτε οὕτω γένοιτʼ ἂν ἀκρατής, ὅ τε λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο. ἡγεμὼν γὰρ οὗτος ἐν αὐτῷ ὑπάρχει, ᾧ οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ .
ἐνδίδωσιν, καὶ καταμαλακίζεται καὶ ἐξασθενεῖ πώς.
ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.
σώφρων〉. ὁ μὲν γὰρ σώφρων ὁμὴ πάσχων, ὁ δʼ ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.
27 28 οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δʼ ἀκόλαστος οὐ τοιοῦτος, ἀλλʼ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύνψηφον ἔχων· οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθʼ ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.
ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)·
οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει 29 τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·
ἀκρατής. ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ὁ ὀρθὸς λόγος μόνον ὑπάρχει, ἀλλʼ ᾧ καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινόμεναβέλπιστα· εἰ δὲπράττει τὰβέλτιστα ὁ φρόνιμος, οὐδʼ ἂν ἀκρατὴς εἴη ὁ φρόνιμος, ἀλλʼ ὁ τοιοῦτος δεινὸς μὲν ἐστίν.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.